Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Οὕτω καὶ ναῶν μοῖραι καὶ ἱερῶν, καὶ αὐτοῦ γε τοῦ Ἀπόλλωνος τὸ ἱερὸν μεμοίρατο κεραυνωθῆναι, ὥς φησιν

  • ὠ ζαθέης γεγαῶτες Ἐριχθονίοιο γενέθλης ,
  • ἔτλητ’ ἐλθέμεναι καἲ ἐμὴν ἐρεεινέμεν ὀμφὴν,
  • ὁππόθι δῃωθῇ περικαλλέος ἕδρανα σηκοῦ.
  • κλῦτε δαφνηρεφέων μυχάτων ἄπο θέσκελον ὀμφήν.
  • εὖτ’ ἂν ἄνω πνείοντες ὑπηέριοι κελάδοντες
  • τρίβωνται πατάγοισιν ἐναντία δηριόωντες —
  • κρυμὸς δ’ αὖ περὶ κόσμον ἀπείρονα νήνεμος ἔσται —
  • μηδὲ διεξερύγησιν ἔχῃ κεκακωμένος αἰθὴρ,
  • αἰθαλόεις περὶ γαῖαν, ὅπη τύχεν, ἔκπεσε πυρσός ’
  • τὸν μὲν δὴ θῆρές τε κατ’ οὔρεα δειμαίνοντες
  • φεύγουσιν πυμάτοις ὑπὸ κεύθεσιν, οὐδὲ μένουσιν
  • εἰσιδέειν ὄσσοισι καταιβάσιον Δῖός ἔγχος.
  • τοῦ μὲν καὶ νηοὶ μακάρων καὶ δένδρεα μακρὰ
  • ἠλιβάτων τ’ ὀρέων κορυφαὶ νῆές τ’ ἐνὶ πόντῳ
  • δάμνανται ζαπύροις πωτήμασιν ἐμπελάοντος ·
  • καὶ δ’ αὐτὴ πληγεῖσα Ποσειδάωνος ἑταίρη
  • πολλάκις ἠχήεσσ’ ἀναχάζεται Ἀμφιτρίτη.
  • ὑμεῖς οὑν καὶ ἄτλητον ἐνὶ φρεσὶν ἄλγος ἔχοντες,
  • τέτλατε Μοιράων ἀμετάτροπα δήνεα θυμῷ ’
  • ταῖσι γὰρ Οὐρανίδαο Δῖός κατένευσε κάρηνον,
  • ὅττι κε δι)νήσωσι μένειν ἀσάλευτον ἀτράκτοις.
  • αἶσα γὰρ ἢν δολιχοῖσι χρόνοις περικαλλέα σηκὸν
  • πυρσῶν αἰώρῃσι διιπετέεσσι δαμῆναι.
  • εἰ δὴ οὖν Μοιρῶν ἀτράκτοις καὶ τῶν σεβασμίων θεῶν οἱ ναοὶ , τά τε ἱερὰ αὐτῶν δώματα δάμναται ζαπύροις πωτήμασι , τίς ἂν ἔτι λείποιτο ἐλπὶς θνη-

    v.1.p.273
    τοῖς ἀνθρώποις τῆς τῶν πεπρωμένων ἀποφυγῆς ; εἰ δὲ καὶ μηδεμία ἐκ θεῶν ὑπάρχοι βοήθεια, δεῖ δὲ ἐξ ἅπαντος τετλάναι
  • Μοιράων ἀμετάτροπα δήνεα θυμῷ ,
  • τίς ἡ περὶ τοὺς θεοὺς ματαία σπουδή ; εἴποι ἄν τις.

    τί δὲ δεῖ λοιβῆς τε κνίσης τε καὶ τὸ ἐκ τούτων γέρας τοῖς μηδὲ τούτων ἀξίοις ἀπονέμειν, εἰ κατ’ οὐδὲν ἧμας ὠφελεῖν δύνανται; ἐπεὶ μηδὲ τῶν ἀγαθῶν δο- τῆρας οἴεσθαι χρῆν αὐτοὺς, ἀλλ’ ἣν καὶ τῶν ἐναντίων ὡμολόγουν αἰτίαν.

    εἰ γὰρ πέπρωται ἀνθρώποις εἴτε τι ἀγαθὸν εἴτε τι καὶ ἐναντίον , ἔσται ἐξ ἀνάγκης καὶ παρέσται τοῦτο καὶ βουλομένων καὶ μὴ τῶν θεῶν. μόνην ἄρα τὴν ἀνάγκην θεραπευτέον, σμικρὰ, μᾶλλον δὲ τὸ μηδὲν φροντίσαντας τῶν θεῶν, μήτε λυπεῖν μήτε εὐεργετεῖν δυναμένων.

    εἰ δὲ δὴ τῶν Μοιρῶν μόνος ὁ ἐπὶ πάντων ἐπιστατεῖ θεὸς, καὶ μόνος καὶ τούτων ὑπάρχει κύριος,

  • ταῖσι γὰρ Οὐρανίδαο φησὶ) Δῖός κατένευσε κάρηνον,
  • ὅττι κε δινήσωσι μένειν ἀσάλευτον ἀτράκτοις,
  • τί δὴ οὐχὶ πάντα ὑπερθέμενος τὸν παμβασιλέα καὶ τῆς εἱμαρμένης δεσπότην μόνον θεὸν εἶναι ὁμολογεῖς, καὶ μόνον ἀγαθῶν δοτῆρα καὶ σωτῆρα; ὅτι δὴ μόνῳ αὐτῷ καὶ ἃ φῄς Μοιράων ἀμετάτροπα δήνεα τρέπειν καὶ μεταλλάττειν ῥᾴδιον· ὡς μήτ’ ἀνάγκῃ μήτε εἱμαρμένῃ τὸν τῷ παμβασιλεῖ θεῷ καθωσιωμένον καὶ μόνον αὐτὸν εὐσεβοῦντα δουλεύειν, οἷα δὲ ἐλεύθερον καὶ παντὸς ἀφειμένον δεσμοῦ ταῖς ἐνθέοις καὶ σωτηριώδεσιν οἰκονομίαις ἀκωλύτως ἐφέπεσθαι. ἀλλ’ ὁ μὲν ἀληθὴς τοιαῦτα προφαίνει λόγος, ὁ δ’ ἔμπαλιν ὅρα διὰ τίνων φησὶ τὰ τῆς εἱμαρμένης λύεσθαι.