Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Οὓτως καὶ ὁ Ἀπόλλων περί τινος, ἅμα καὶ b τὴν περὶ στρατιὰν προθυμίαν ἀφηγούμενος πόθεν αὐτῷ γίνεται, ἔφη

  • Ἄρεα κραιπνὸν ἔχει γενεθλήιον, ὅς μιν ὀρίνει,
  • οὐδέ ἑ ταρχύσει · Ζῆνός γὰρ ἐπέχραε βουλὴ ,
  • ἤ οἱ κῦδος ἄρειον ἀπ’ Ἄρεος εὐθὺς ὀρέξει.
  • καὶ πάλιν ἐπ’ ἄλλου
  • εὐχαίτης ἐπέκειτο Κρόνος, στυγεροῖσι δὲ κέντροις
  • ἄλγυνεν παιδὸς Ταλαοῦ δυσπέμφελον ἠῶ.
  • εἰς τοσοῦτον δὲ τὴν εἱμαρμένην οἱ γενναῖοι θεοὶ πεφρίκασιν ὡς ὁμολογεῖν μηδὲ κεραυνουμένοις αὐτῶν

    v.1.p.272
    τοῖς ἱεροῖς δύνασθαι ἐπαμύνειν. πολλὴ ἄρα γένοιτ’ ἂν ἐλπὶς ἀνθρώποις εὐχομένοις τυχεῖν βοηθείας παρὰ τῶν μηδὲ σφίσιν αὐτοῖς ἐπαρήγειν δυνατῶν. τί δὲ χρὴ λοιπὸν εὐσεβεῖν καὶ τοὺς θεοὺς προσκυνεῖν καὶ θεραπεύειν, μηδὲν οἵους τε καθόλου μηδὲ ἑαυτοῖς ἐπαρκεῖν ; ἄκουε δ’ οὖν ἅ φησιν ὁ χρησμός·