Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἐὰν δέ τις φάσκῃ τὰ μὲν παρεληλυθότα μὴ ποιεῖν τοὺς ἀστέρας, ἀλλὰ ἄλλους μὲν σχηματισμοὺς τοὺς τῆς ἐκείνων γεγέσεως αἰτίους γενομέναι, τὸν δὲ νῦν σχηματισμὸν σεσημαγκέναι μόνον, τὰ μέντοι μέλλοντα δηλοῦσθαι ἀπὸ τοῦ ἐνεστηκότος σχηματισμοῦ τῆς τοῦ δεῖνος γενέσεως, παραστησάτω τὴν διαφορὰν τοῦ ἀπὸ τῶν ἀστέρων δύνασθαι δεῖξαι ὅτι τάδε μὲν νενόηται ἀληθῆ, ὡς ἀπὸ ποιούντων, τάδε δὲ ὡς ἀπὸ σημαινόντων μόνον.

μὴ ἔχοντες δὲ δοῦναι τὴν διαφορὰν εὐγνωμόνως συγγ̣αταθήσονται μηδὲν τῶν κατὰ τοὺς ἀνθρώπους ἀπὸ τῶν ἀστέρων γίνεσθαι, ἀλλ’ ὡς προειρήκαμεν , εἰ ἄρα, σημαίνεσθαι· ὡς εἰ μὴ καὶ ἀπὸ τῶν ἀστέρων τις ἐλάμβανε τὰ παρεληλυ- θότα καὶ τὰ μέλλοντα, ἀλλ’ ἀπὸ τοῦ νοῦ τοῦ θεοῦ διά τινος λόγου προφητικοῦ.

ὥσπερ γὰρ προ- απεδείξαμεν ὅτι οὐδὲν λυπεῖ τὸν περὶ τοῦ ἐφ’ ἡμῖν λόγον τὸ τὸν θεὸν εἰδέναι τὰ πραχθησόμενα ἑκάστῳ, οὕτως οὐδὲ τὰ σημεῖα, ἃ ἔταξεν ὁ θεὸς εἰς τὸ ση- μαίνειν , ἐμποδίζει τὸ ἐφ’ ἡμῖν, ἀλλὰ παραπλησίως βιβλίῳ περιέχοντι τὰ μέλλοντα προφητικῶς ὁ πᾶς οὐρανὸς δύναται, οἱονεὶ βίβλος ὢν θεοῦ, περιέχειν τὰ μέλλοντα.

διόπερ ἐν τῇ προσευχῇ τοῦ Ἰωσὴφ δύναται οὕτω νοεῖσθαι τὸ λεγόμενον ὑπὸ τοῦ Ἰακὼβ ἀνέγνων γὰρ ὲν ταῖς πλαξὶ τοῦ οὐρανοῦ ὅσα συμ- βήσεται ὑμῖν καὶ τοῖς υἱοῖς ὑμῶν.’ τάχα δὲ καὶ τὸ εἱλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον’ τοὺς λόγους τοὺς περιεχομένους σημαντικοὺς τῶν ἐσομένων δηλοῖ ἀπαρτισθησομένους καὶ , ἔν’ οὕτως εἴπω , πληρωθη- σομἐνους, ὥσπερ λέγονται αἱ προφητεῖαι πεπληρῶ- σθαι τῷ ἐκβεβηκέναι.

καὶ οὕτως ἔσται εἰς

v.1.p.339
σημεῖα τὰ ἄστρα γεγονότα, κατὰ τὴν λέγουσαν φωνὴν ‘ ἔστωσαν εἰς σημεῖα.’ ὁ δὲ Ἱερεμίας ἐπιστρέφων ἡμᾶς πρὸς ἑαυτοὺς καὶ περιαιρῶν φόβον τὸν ἐπὶ τοῖς νομιζομένοις σημαίνεσθαι, τάχα δὲ καὶ ὑπολαμβαωομένοις ἐκεῖθεν ἔρχεσθαι, φησὶν ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε.’’’

“ Ἴδνμεν καὶ δεύτερον ἐπιχείρημα, πῶς οὐ δύνανται οἱ ἀστέρες εἶναι ποιητικοὶ, ἀλλ’ , εἰ ἄρα, σημαντικοί. ἀπὸ πλείστων γὰρ ὅσων γενέσεων ἔστι λαβεῖν τὰ περὶ ἑνὸς ἀνθρώπου · (τοῦτο δὲ καθ’ ὑπόθεσιν λέγομεν, συγχωροῦντες τὸ ἐπιστήμην αὐτῶν ἀναλαμβάνεσθαι ὑπ’ ἀνθρώπων δύνασθαι·) φέρε γὰρ εἰπεῖν, περὶ τοῦ τόνδε πείσεσθαι τόδε καὶ τεθνήξεσθαι περιπεσόντα λῃσταῖς καὶ ἀναιρεθέντα φησὶ δύνασθαι λαμβάνειν ἀπό τε τῆς ἰδίας αὐτοῦ γενέσεως, κἂν τύχη ἔχων ἀδελφοὺς πλείονας, ἀπὸ τῆς ἑκάστου αὐτῶν.

περιέχειν γὰρ οἴονται τὴν ἑκάστου γένεσιν, ἀδελφὸν ὑπὸ λῃστῶν τεθνηξόμενον, ὁμοίως καὶ τὴν τοῦ πατρὸς καὶ τὴν τῆς μητρὸς καὶ τὴν τῆς γαμετῆς καὶ τῶν υἱῶν αὐτοῦ καὶ τῶν οἰκετῶν καὶ τῶν φιλτάτων, τάχα δὲ καὶ αὐτῶν τῶν ἀναιρούντων.

πῶς οὑν δυνατὸν τὸν τοσαύταις γενέσεσιν, ἔνα αὐτοῖς τοῦτο συγχωρηθῇ, ἐμπεριεχόμενον γίνεσθαι ὑπὸ τοῦ σχηματισμοῦ τῶν ἀστέρων τῆσδε μᾶλλον τῆς γενέσεως ἢ τῶνδε ; ἀπίθανον γὰρ καὶ τὸ φάσκειν τὸν σχηματισμὸν τὸν ἐν τῇ ἰδίᾳ τοῦδέ τινος γενέσει ταῦτα πεποιηκέναι, τὸν δὲ ἐν τῇ τῶνδε γενέσει μὴ πεποιηκέναι , ἀλλὰ σεσημασμέναι μόνον.

ἠλίθιον γὰρ τὸ εἰπεῖν ὅτι ἡ πάντων γένεσις περιεῖχε καθ’ ἕκαστον ποιητικὸν τοῦ τόνδε ἀναιρεθῆναι· ὥστε ἐν γενέσεσιν , καθ’ ὑπόθεσιν λέγω , πεντήκοντα περιέχεσθαι τὸ τόνδε τινὰ ἀναιρεθῆναι. οὐκ

v.1.p.340
οἶδα δ’ ὅπως δυνήσονται σῶσαι τὸ τῶν μὲν ἐν Ἰουδαίᾳ σχεδὸν πάντων τοιόνδε εἷναι τὸν σχηματισμὸν ἐπὶ τῆς γενέσεως, ὡς ὀκταήμερον αὐτοὺς λαμβάνειν περιτομὴν, ἀκρωτηριαζομένους καὶ ἑλκουμένους καὶ φλεγμονῇ περιπεσουμένους καὶ τραύμασι, καὶ ἅμα τῇ εἰς τὸν βίον εἰσόδῳ ἰατρῶν δεομένους· τῶν δὲ ἐν Ἰσμαηλίταις τοῖς κατὰ τὴν Ἀραβίαν τοιόνδε ὡς πάντας περιτέμνεσθαι τρισκαιδεκαετεῖς. τοῦτο γὰρ ἱστόρηται περὶ αὐτῶν.

καὶ πάλιν τῶνδέ τινων τῶν ἐν Αἰθίοψι τοῖσδε τὰς κόγχας τῶν γονάτων περιαιρεῖρθαι καὶ τῶν Ἀμαζόνων τοὺς ἑτέρους τῶν μαστῶν. πῶς γὰρ ταῦτα ποιοῦσιν οἶ ἀστέρες τοῖσδε τοῖς ἔθνεσιν; οἶμαι ὅτι εἰ ἐπιστήσαιμεν οὐδὲ μέχρι τοῦ στῆσαι δυνησόμεθά τι ἀληθὲς εἰπεῖν περὶ αὐτῶν.

τοσούτων δὲ φερομένων ὁδῶν προγνωστικῶν, οὐκ οἷδ’ ὅπως ἐξώκειλαν οἶ ἄνθρωποι ἐπὶ τὸ τὴν μὲν οἰωνιστικὴν καὶ τὴν θυτικὴν μὴ λέγειν περιέχειν τὸ ποιοῦν αἴτιον, ἀλλὰ σημαίνειν μόνον, καὶ τὴν ἀρτεροσκοπικὴν, , οὐκέτι δὲ τὴν γενεθλιαλογικήν.

εἰ γὰρ ἐπιγινώσκεται , (ἵνα καὶ χαρισώμεθα τὸ γινώσκεσθια,) γίνεται δὲ ἐκεῖθεν ὅθεν ἡ γνῶσις λαμβά- νεται, τί μᾶλλον ἀπὸ τῶν ἀστέρων ἢ ἀπὸ τῶν οἰωνῶν ἔσται τὰ γινόμενα, καὶ μᾶλλον ἀπὸ τῶν οἰωνῶν ἢ ἀπὸ τῶν σπλάγχνων τῶν θυομένων; τί δὲ μᾶλλον ἀπὸ τῶν σπλάγχνων τῶν θυομένων ἢ ἀπὸ τῶν διᾳττόντων ἀστέρων; ταῦτα μὲν οὖν ἐπὶ τοῦ παρόντος ἀρκέσει εἰς ἀναίρεσιν τοῦ ποιητικοὺς εἶναι τοὺς ἀστέρας τῶν ἀνθρωπίνων.’’

“ Ὅπερ δὲ συγκεχωρήκαμεν , οὐ γὰρ ἐλύπει τὸν λόγον, ὡς τῶν ἀνθρώπων δυναμένων καταλαμβάνειν τοὺς οὐρανίους σχηματισμοὺς, καὶ τὰ σημεῖα, καὶ ὣν ἐστι σημεῖα, τοῦτο φέρε νῦν ἐξετάσωμεν εἰ

v.1.p.341
ἀληθές ἐστι.

φασὶ τοίνυν οἶ περὶ ταῦτα δεινοὶ τὸν μέλλοντα τὰ κατὰ τὴν γενεθλιαλογίαν ἀληθῶς καταλαμβάνειν εἰδέναι οὐ μόνον τὸ κατὰ πόστου δωδεκατημορίου ἐστὶν ὁ καλούμενος ἀστὴρ, ἀλλὰ καὶ κατὰ ποίας μοίρας τοῦ δωδεκατημορίου καὶ κατὰ ποίου ἐξηκοστοῦ , οἶ δὲ ἀκριβέστεροι καὶ κατὰ ποίου ἐξηκοστοῦ τοῦ ἑξηκοστοῦ, καὶ τοῦτό φασι δεῖν ποιεῖν ἐφ’ ἑκάστου τῶν πλανωμένων, ἐξετάζοντα τὴν σχέσιν τὴν πρὸς τοὺς ἀπλανεῖς.

πάλιν αὖ ἐπὶ τοῦ ἀνατολικοῦ ὁρίζοντος δεήσει , φασὶν , ἰδεῖν οὐ μόνον τὸ δωδεκατημόριον ποῖον ἦν ἐπ’ αὐτοῦ , ἀλλὰ καὶ τὴν μοῖραν καὶ τὸ ἑξηκοστὸν τῆς μοίρας, τὸ πρῶτον ἢ τὸ δεύτερον ἑξηκοστόν.

πῶς τοίνυν τῆς ὥρας πλατεῖ λόγῳ ἥμισυ δωδεκατημορίου περιεχούσης δύναταί τις λαβεῖν τὸ ἑξηκοστὸν, μὴ ἔχων τὴν ἀναλογίαν τῆς διαιρέσεως τῶν ὡρῶν, ὥστε, φέρε εἰπεῖν, εἰδέναι ὅτι γεγέννηται ὁ δεῖνα ὥρα τετάρτῃ καὶ ἡμίσει ὥρας, καὶ τετάρτῳ, ὀγδόῳ, καὶ ἑκκαιδεκάτῳ, καὶ δυοτριακοστῷ;

παρὰ πολὺ γάρ φασι παραλλάττειν τὰ σημαινόμενα παρὰ τὴν ἀγνωσίαν οὐ τῆς ὅλης ὥρας, ἀλλὰ καὶ τοῦ ποστημορίου αὐτῆς. ἐν γοῦν τοῖς διδύμοις γεννωμένοις πολλάκις τὸ με- ταξὺ καὶ ἀκαριαῖον ὥρας ἐστὶ, καὶ πολλαὶ παραλλαγαὶ τῶν συμβαινόντων καὶ τῶν πραττομένων ἐπ’ αὐτῶν ἀπαντῶσιν , ὥς φασιν ἐκεῖνοι, παρὰ τὴν αἰτίαν τῆς σχέσεως τῶν ἀστέρων, καὶ τὸ μόριον τοῦ δωδεκα- τημορίου τὸ παρὰ τὸν ὁρίζοντα, οὐ καταλαμβανόμενον ὑπὸ τῶν νομιζομένων τὴν ὥραν τετηρηκένα.

οὐδεὶς γὰρ δύναται λέγειν ὅτι τὸ μεταξὺ τοῦδε τῆς γενέσεως πρὸς τὴν τοῦδε ἐστὶν ὥρας τριακοστόν. ἀλλ’ ἔστω συγκεχωρημένον αὐτοῖς τόδε κατὰ τὸ ἐκλαβεῖν τὴν ὥραν. φέρεται δὴ θεώρημα ἀποδεικνύον τὸνζωδιακὸν

v.1.p.342
κύκλον ὁμοίως τοῖς πλανωμένοις φέρεσθαι ἀπὸ δυσ- μῶν ἐπὶ ἀνατολὰς δι’ ἑκατὸν ἐτῶν μοῖραν μίαν, καὶ τοῦτο τῷ πολλῷ χρόνῳ ἐναλλάττειν τὴν θέσιν τῶν δωδεκατημορίων ἑτέρου μὲν τυγχάνοντος τοῦ νοητοῦ δωδεκατημορίου, ἑτέρου δὲ τοῦ ὡσανεὶ μορφώματος. τὰ δὲ ἀποτελέσματα φασὶν εὑρίσκεσθαι οὐκ ἐκ τοῦ μορφώματος, ἀλλ’ ἐκ τοῦ νοητοῦ ζῳδίου, ὅπερ οὐ πάνυ τι δυνατὸν καταλαμβάνεσθαι.

ἔστω δὲ καὶ τοῦτο συγκεχωρημένον, τὸ καταλαμβάνεσθαι τὸ νοη- τὸν δωδεκατημόριον , ἢ δύνασθαι ἐκ τοῦ αἰσθητοῦ δωδεκατημορίου λαμβάνεσθαι τὸ ἀληθές· ἀλλὰ τήν γε σύγκρασιν παρ’ αὐτοῖς καλουμένην τῶν ἐν τοῖσδε τοῖς σχηματισμοῖς τυγχανόντων καὶ αὐτοὶ ὁμολουήσουσιν οὐχ οἷοί τε σώσαι κάτα πὰν , ἀμαυρουμένου τοῦ δηλουμένου, φέρε εἰπεῖν, χείρονος, ἀπὸ τοῦδε διὰ τὸ ἐπιβλέπεσθαι αὐτὸν ὑπὸ τοῦδε τοῦ κρείττονος, καὶ ἐπὶ τοσόνδε ἢ τοσόνδε ἀμαυρουμένου. πολλάκις πάλιν τῆς ἀμαυρώσεως τῆς τοῦ χείρονος ὑπὸ τῆς ἐπιβλέψεως τῆς τοῦ κρείττονος ἐμποδιξομένης, ἐκ τοῦ ἕτερον οὑτωσὶ ἐσχηματίσθαι , χειρόνων ὄντα σημαντικόν.

καὶ οἶμαι ἐπιστήσαντά τινα τοῖς τόποις ἀπογνῶναι τὴν περὶ τούτων κατάληψιν, οὐδαμῶς ἀνθρώποις ἐκκειμένην , ἀλλ’, εἰ ἄρα, μέχρι τοῦ σημανθῆναι μόνον φθάνουσαν.