Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Περὶ τοῦ εἰς σημεῖα γεγονέναι τοὺς φωστῆρας, οὐκ ἄλλους ἡλίου καὶ σελήνης καὶ τῶν ἄστρων τυγχάνοντας , τῶν σφόδρα ἀναγκαιοτάτων ἔστι διαλαβεῖν, οὐ μόνον ἐθνῶν τῶν τῆς Χριστοῦ πίστεως ἀλλοτρίων σφαλλομένων εἰς τὸν περὶ τῆς εἱμαρμένης τόπον, τῇ τῶν καλουμένων πλανωμένων ἀστέρων ἐπιπλοκῇ πρὸς τοὺς ἐν τῷ ζωδιακῷ πάντων αὐτοῖς νομιζομένων συμβαίνειν τῶν ἐπὶ τῆς γῆς καὶ τῶν περὶ ἕκαστον ἄνθρωπον , τάχα δὲ καὶ ἀλόγων ζῴων, ἀλλὰ γὰρ καὶ πολλῶν τῶν πεπιστευκέναι ὑπολαμβα- νομένων περισπωμένων μὴ ἄρα ἠνάγκασται τὰ τῶν ἀνθρώπων πράγματα καὶ ἀμήχανον ἄλλως γενέσθαι ἢ ὡς οἶ ἀστέρες κατὰ διαφόρους σχηματισμοὺς ἐπιτελοῦσιν.

ἕπεται δὲ τοῖς ταῦτα δογματίζουσιν ἐξ ὅλων τὸ ἐφ’ ἡμῖν ἀναιρεῖν· διόπερ καὶ ἔπαινον καὶ ψόγον, καὶ πράξεις ἀποδέκτας πάλιν τε αὖ ψεκτάς.

ἅπερ εἰ οὕτως ἔχει, τὰ τῆς κεκηρυγμένης τοῦ θεοῦ κρίσεως οἴχεται, καὶ ἀπειλαὶ πρὸς τοὺς ημαριηχότας, ὡς κολασθησομένους · τιμαί τε αὖ πρὸς τοὺς τοῖς κρείττοσιν ἑαυτοὺς ἐπιδεδωκότας καὶ μακαριότητες· οὐδὲν γὰρ ἔτι τούτων εὐλόγως ἔσται γε- νόμενον.

καὶ εἰ τὰ ἀκόλουθά τις ἑαυτῷ ἐφ’ οἷς δογματίζει βλέποι, καὶ ἡ πίστις ἔσται ματαία, ἥ τε [*](5 Ὠριγένης] Plnlocal. Tarin. p. 330. vol. 2. p. 3. ed. Delar.)

v.1.p.325
Χριστοῦ ἐπιδημία οὐδὲν ἀνύουσα, καὶ πᾶσα ἡ διὰ νόμου καὶ προφητῶν οἰκονομία , κάματοί τε ἀποστόλων ὑπὲρ τοῦ συστῆσαι τὰς διὰ Χριστοῦ τοῦ θεοῦ ἐκκλησίας·

εἰ μὴ ἄρα καὶ Χριστὸς, κατὰ τοὺς οὕτω τολμῶντας ὑπὸ τὴν ἀνάγκην τῆς τῶν ἄστρων κινήσεως τῷ γένεσιν ἀνειληφέναι γενόμενος , πάντα πεποιήκοι τε καὶ πάθοι, οὐ τοῦ θεοῦ καὶ πατρὸς τῶν ὅλων αὐτῷ τὰς παραδόξους δυνάμεις δωρησαμένου. ἀλλὰ τῶν ἀστέρων. οἷς ἀθέοις καὶ ἀσεβέσι τυγχάνουσι λόγοις ἀκολουθεῖ καὶ τὸ τοὺς πιστεύοντας ὑπὸ τῶν ἀστέρων ἀγομένους πιστεύειν εἰς θεὸν λέγεσθαι.

πυθοίμεθα δ’ ἂν αὐτῶν τί ὁ θεὸς βουλόμενος τοιοῦτον ἐποίει κόσμον, ἵν οἱ μὲν ἐν αὐτῷ ἄνδρες ὄντες τὰ γυναικῶν πάσχωσιν, οὐδαμῶς ἑαυτοῖς αἴτιοι τῆς ἀσελγείας γεγενημένοι , ἕτεροι δὲ ἀγρίων ζῴων κατάστασιν εἰληφότες, τῷ τὴν φορὰν τοῦ παντὸς τοι- ούτους αὐτοὺς πεποιηκέναι, διὰ τὸ τὸν θεὸν οὕτω κεκοσμηκέναι τὸ πᾶν, ἐπιδιδόασιν ἑαυτοὺς ὠμοτάτοις καὶ σφόδρα ἀπανθρώποις πράγμασιν , ἀνδροφονίαις καὶ πειρατείαις;

καὶ τί δεῖ λέγειν ἡμᾶς περὶ τῶν συμβαινόντων ἐν ἀνθρώποις καὶ ἁμαρτανομένων ὑπ’ αὐτῶν, μυρίων ὅσων τυγχανόντων, οὕστινας οἱ τῶν προïστάμενοι προἱστάμενοι τούτων λόγων ἀπολύοντες παντὸς ἐγκλήματος τῷ θεῷ προσγράφουσι πάντων τῶν κακός καὶ ψεκτῶς πραττομένων τὴν αἰτίαν;”

“Ἐὰν δέ τινες αὐτῶν, ὡς ἀπολογούμενοι περὶ θεοῦ , ἕτερον μὲν εἶναι λέγωσι τὸν ἀγαθὸν, οὐδενὸς τούτων ἔχοντα τὴν ἀρχὴν, τῷ δὲ δημιουργῷ πάντων τὰ τοιαῦτα προσάπτωσι, πρῶτον μὲν οὐδ’ ὣς ὃ βούλονται δυνήσονται ἀποδεικνύναι, ὅτι ἐστὶ δίκαιος. πῶς γὰρ ἂν ὁ τοσούτων κακῶν κατ᾿ αὐτοὺς πατὴρ εὐλόγως · χρηματίζοι δίκαιος;

δεύτερον δὲ περὶ ἑαυτῶν

v.1.p.326
τί ποτε φήσουσιν ἐξεταστέον, πότερον ὑπόκεινται τῇ φορᾷ τῶν ἀστέρων, ἢ ἠλευθέρωνται, καὶ ἐν τῷ βίῳ τυγχάνοντες οὐδὲν ἐνεργούμενον εἰς ἑαυτοὺς ἔχουσιν ἐκεῖθεν. εἰ μὲν γὰρ φήσουσιν ὑποκεῖσθαι τοῖς ἄστροις, δῆλον ὅτι τὰ ἄστρα τὸ νοῆσαι αὐτοῖς τοῦτο ἐχαρίσατο, καὶ ὁ δημιουργὸς ὑποβεβληκὼς ἔσται διὰ τῆς τοῦ παντὸς κινήσεως τὸν λόγον τὸν περὶ τοῦ ἀνωτέρω ἀναπεπλασμένου θεοῦ, ὅπερ οὐ βούλονται.

εἰ δὲ ἀποκρινοῦνται ὅτι ἔξω τῶν νόμων τυγχάνουσι τοῦ δημιουργοῦ τῶν κατὰ τοὺς ἀστέρας, ἵνα μὴ ἀπόφασις ᾖ τὸ λεγόμενον ὑπ᾿ αὐτῶν ἀναπόδεικτος, πειραθήτωσαν ἡμᾶς προσάγειν ἀναγκαστικώτερον, διαφορὰν παριστάντες νοῦ τινὸς ὑποκειμένου γενέσει καὶ εἱμαρμένῃ καὶ ἑτέρου ἀπὸ τούτων ἐλευθέρου. δῆλον γάρ ἐστι τοὺς τοιούτους ὅτι λόγον ἀπαιτηθέντες διδόναι αὐτοῖς οὐδαμῶς δυνήσονται.