Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

παρὰ Βάκτροις αἱ γυναῖκες παντὶ κόσμῳ διαφέροντι καὶ παντὶ μύρῳ χρῶνται, ὑπηρετούμεναι ὑπὸ παιδίσκων καὶ νεανίσκων μᾶλλον ἢ οἱ ἄνδρες, προερχόμεναι μετὰ πολλῆς φαντασίας ἔφιπποι, κοσμοῦσαι πολλῷ χρυσῷ καὶ λίθοις βαρυτίμοις τοὺς ἵππους, καὶ οὐ σωφρονοῦσιν, ἀλλ᾿ ἀδιαφόρως κοινωνοῦσι τοῖς δούλοις καὶ τοῖς ξένοις, ἄδειαν ἔχουσαι τοιαύτην, καὶ ὑπὸ τῶν ἀνδρῶν μὴ ἐγκαλούμεναι σχεδὸν κυριεύουσιν αὐτῶν.

καὶ οὐ πάντως ἐν πάσῃ γενέσει τῶν ἐν Βακτρίᾳ γυναικῶν μεσουρανεῖ μετὰ Διὸς καὶ Ἄρεος ἐν ἰδίοις ὅροις ἡ φιλόγελως Ἀφροδίτη. ἐν δὲ τῇ Ἀραβίᾳ καὶ τῇ Ὀσροηνῇ οὐ μόνον αἱ μοιχαλίδες φονεύονται, ἀλλὰ καὶ αἱ ὑποπτευόμεναι οὐκ ἀφίενται ἀτιμώρητοι.

παρὰ Πάρθοις καὶ Ἀρμενίοις οἱ φονεῖς ἀναιροῦνται ποτὲ μὲν ὑπὸ τῶν δικαστῶν, ποτὲ δὲ ὑπὸ τῶν καθ᾿ αἷμα τῶν φονευθέντων. καὶ ἐάν τις φονεύσῃ γυναῖκα αὐτοῦ, ἢ ἀδελφὸν ἄτεκνον, ἢ ἀδελφὴν ἄγαμον, ἢ υἱὸν, ἢ θυγατέρα, οὐκ ἐγκαλεῖται ὑπό του, νόμου τοιούτου ὑπάρχοντος ἐν ταῖς χώραις ἐκείναις· παρ᾿ Ἕλλησι δὲ καὶ ῾Ρωμαίοις μείζονι τιμωρίᾳ ὑποβάλλονται οἱ τῶν συγγενῶν φονευταί.

ἐν Ἄτροις ὁ κλέπτων τι ὀβολοῦ ἄξιον λιθάζεται, παρὰ Βάκτροις ὁ ὀλίγα κλέπτων ἐμπτύεται, παρὰ ῾Ρωμαίοις πληγαῖς αἰκίζεται· τοιοῦτοι γὰρ οἱ νόμοι.

ἀπὸ Εὐφράτου ποταμοῦ καὶ μέχρι τοῦ Ὠκεανοῦ, ὡς ἐπὶ ἀνατολὰς, ὁ λοιδορούμενος ὡς φονεὺς, ἢ ὡς κλέπτης, οὐ πάνυ ἀγανακτεῖ, ὁ δὲ ὡς ἀρσενοκοίτης λοιδορούμενος ἑαυτὸν ἐκδικεῖ μέχρι καὶ φόνου· παρ᾿ Ἕλλησι δὲ καὶ οἱ σοφοὶ ἐρωμένους ἔχοντες οὐ ψέγονται.

ἐν τῇ αὐτῇ ἀνατολῇ ὑβριζόμενοι, ἐὰν γνωσθῶσιν, ὑπὸ ἀδελφῶν, ἢ πατέρων, καὶ συγγενῶν φονεύονται, καὶ τα-

v.1.p.319
φῆς προδήλου οὐκ ἀξιοῦνται.

παρὰ δὲ Γάλλοις οἶ νέοι γαμοῦνται μετὰ παρρησίας , οὐ ψόγον τοῦτο ἡγούμενοι διὰ τὸν παρ’ αὐτοῖς νόμον. καὶ οὐ δυνα- τόν ἐστι πάντας τοὺς ἐν Γαλλίᾳ οὕτως ἀθέως ὑβριξομένους λαχεῖν ἐν ταῖς γενέσεσι Φωσφόρον μεθ’ Ἑρμοῦ ἐν οἴκοις Κρόνου καὶ ὁρίοις Ἄρεος δύνοντα.

ἐν Βρεττανίᾳ πολλοὶ ἄνδρες μίαν γυναῖκα ἔχου- σιν, ἐν δὲ τῇ Παρθίᾳ πολλαὶ γυναῖκες ἔνα ἄνδρα, καὶ πᾶσαι σωφρονοῦσι πειθόμεναι αὐτῷ κατὰ τὸν νόμον.

αἶ δὲ Ἀμαζόνες πάσαι ἄνδρας οὐκ ἔχουσιν, ἀλλ’ ὡς τὰ ἄλογα ζῷα ἅπαξ τοῦ ἔτους περὶ τὴν ἐαρινὴν ἰσημερίαν ὑπερβαίνουσαι τοὺς ἰδίους ὅρους κοινωνοῦσι τοῖς πλησιοχώροις , ἑορτήν τινα ταύτην ἡγουμένοις· ἐξ ὧν συλλαμβάνουσαι ὑποστρέφουσι, καὶ ἀναγκαίως ἐν ἐνὶ καιρῷ κυίσκουσι κατὰ τὸν τῆς φύσεως νόμον, καὶ τοὺς μὲν γεννωμένους ἄρρενας ῥίπτουσι, τὰς δὲ θηλείας ἀνατρέφουσι· πολεμικαί τέ εἰσι, καὶ γυμνασίων προνοούμεναι.

Ἑρμῆς μετὰ Ἀφροδίτης ἐν οἴκοις Ἑρμοῦ ποιεῖ πλάστας καὶ ξωγράφους καὶ τραπεζίτας , ἐν οἴκοις δὲ Ἀφροδίτης μυρεψοὺς, ἢ φωνασκοὺς , καὶ ὑποκριτὰς ποιημάτων.

καὶ παρὰ Ταηνοῖς καὶ Σαρακηνοῖς καὶ ἐν τῇ ἀνωτέρᾳ Λιβύῃ, καὶ παρὰ Μαύροις καὶ παρὰ τοῖς παρὰ τὸ στόμα τοῦ Ὠκεανοῦ Νομάσι, καὶ ἐν τῇ ἐξωτέρᾳ Γερμανίᾳ καὶ ἐν τῇ ἀνωτέρᾳ Σαρματίᾳ, καὶ ἐν τῇ Σκυθίᾳ, καὶ ἐν πᾶσι τοῖς ἐξ ἀρκτικῶν μερῶν τοὐ Πόντου ἔθνεσι, καὶ ὅλη τῇ Ἀλανίᾳ καὶ ΑλΒανίᾳ καὶ Ὠτηνῆ̣ καὶ Σαυνίᾳ καὶ ἐν Χρυσῇ οὐκ ἔστιν ἰδεῖν οὐ τραπεζίτην , οὐ πλάστην, οὐ ςωγράρον, οὐκ ἀρχιτέκτονα, οὐ γεωμέτρην , οὐ φώνασκον, οὐχ ὑποκριτὴν ποιημάτων ἀλλ’ ἐστέρηται ὁ τῆς τοῦ Ἑρμοῦ καὶ τῆς Ἀφροδίτης ἐνεργείας τρόπος

v.1.p.320
ἐν ὅλῳ τῷ κύκλῳ τούτῳ τῆς οἰκουμένης.

οἱ Μῆδοι πάντες τοῖς μετὰ σπουδῆς τρεφομένοις κυσὶ τοὺς νεκροὺς ἔτι ἐμπνέοντας παραβάλλουσι, καὶ οὐ πάντες σὺν τῇ μήνῃ τὸν Ἄρεα ἐφημερινῆς γενέσεως ἐν Καρκίνῳ ὑπὸ γῆν ἔχουσιν.

Ἰνδοὶ τοὺς νεκροὺς καίουσι, μεθ᾿ ὧν συγκαίουσιν ἑκούσας τὰς γυναῖκας, καὶ οὐ δήπου πᾶσαι αἱ καιόμεναι ζῶσαι Ἰνδῶν γυναῖκες ἔχουσιν ὑπὸ γῆν ἐπὶ νυκτερινῆς γενέσεως σὺν Ἄρει τὸν ἥλιον ἐν Λέοντι ὁρίοις Ἄρεος.

Γερμα- νῶν οἱ πλεῖστοι ἀγχονιμαίῳ μόρῳ ἀποθνήσκουσι, καὶ οὐ πάντως τὸ πλῆθος τῶν Γερμανῶν τὴν σελήνην καὶ τὴν ὥραν μεσολαβουμένας ὑπὸ Κρόνου καὶ Ἄρεος ἔχει.

παντὶ ἔθνει καὶ πάσῃ ἡμέρᾳ καὶ παντὶ τρόπῳ τῆς γενέσεως γεννῶνται ἄνθρωποι· κρατεῖ δὲ ἐν ἑκάστῃ μοίρᾳ τῶν ἀνθρώπων νόμος καὶ ἔθος διὰ τὸ αὐτεξούσιον τοῦ ἀνθρώπου· καὶ οὐκ ἀναγκάζει ἡ γένεσις τοὺς Σῆρας μὴ θέλοντας φονεύειν, ἢ τοὺς Βραχμᾶνας κρεοφαγεῖν, ἢ τοὺς Πέρσας ἀθεμίτως μὴ γαμεῖν, ἢ τοὺς Ἰνδοὺς μὴ καίεσθαι, ἢ τοὺς Μήδους μὴ ἐσθίεσθαι ὑπὸ κυνῶν, ἢ τοὺς Πάρθους μὴ πολυγαμεῖν, ἢ τὰς ἐν τῇ Μεσοποταμίᾳ γυναῖκας μὴ σωφρονεῖν, ἢ τοὺς Ἕλληνας μὴ γυμνάζεσθαι γυμνοῖς τοῖς σώμασιν, ἢ τοὺς ῾Ρωμαίους μὴ κρατεῖν, ἢ τοὺς Γάλλους μὴ γαμεῖσθαι, ἢ τὰ ἄλλα βάρβαρα ἔθνη ταῖς ὑπὸ τῶν Ἑλλήνων λεγομέναις Μούσαις κοινωνεῖν· ἀλλ᾿, ὡς προεῖπον, ἕκαστον ἔθνος καὶ ἕκαστος τῶν ἀνθρώπων χρῆται τῇ ἑαυτοῦ ἐλευθερίᾳ ὡς βού- λεται καὶ ὅτε βούλεται, καὶ δουλεύει τῇ γενέσει καὶ τῇ φύσει δι᾿ ἣν περίκειται σάρκα, πῆ μὲν ὠς βούλεται, πῆ δὲ ὡς μὴ βούλεται.

πανταχῆ γὰρ καὶ ἐν παντὶ ἔθνει εἰσὶ πλούσιοι καὶ πένητες καὶ ἄρχοντες καὶ ἀρχόμενοι καὶ ἐρρωμένοι καὶ νοσοῦν-

v.1.p.321
τες, ἕκαστος κατὰ τοὺς τῆς γενέσεωςαὐτοῦ κλήρους.”

“Ταῦτα, ὠ Βαρδησάνη, ἄκρως ἡμᾶς πέπεικε, φημὶ αὐτῷ. οἱ δὲ ἀστρονόμοι φασὶ τὴν γῆν ταύτην μεμερίσθαι εἰς ἑπτὰ κλίματα, καὶ ἄρχειν ἑκάστου κλίματος ἴνα τῶν ἑπτὰ ἀστέρων · καὶ τοὺς διαφόρους νόμους μὴ τοὺς ἀνθρώπους τεθεικέναι ἑαυτοῖς. ἀλλ’ ἑκάστου ἄρχοντος πλεονάζειν τὸ θέλημα ἐν τῇ ἰδίᾳ χώρᾳ, ὃν νόμον νενομίκασιν οἱ κρατούμενοι’’

“’Απεκρίνατο, οὐκ ἀληθὴς ἡ διάκρισις αὕτη, ὠ Φίλιππε. εἰ γὰρ καὶ διῄρηται ἡ οἰκουμένη εἰς μέρη ἑπτὰ, ἀλλ’ οὖν γε ἐν μιᾷ μερίδι εὑρίσκομεν πολ- λὰς διαφορὰς νόμων. οὐδὲ γὰρ ἑπτὰ νόμοι εἰσὶ κατὰ τοὺς ἑπτὰ ἀστέρας, οὐδὲ δώδεκα κατὰ τὰ ζῴδια, οὐδὲ τριάκοντα ἓξ κατὰ τοὺς δεκανοὺς , ἀλλὰ μυρίοι.

μνημονεύειν τε ὀφείλετε ὧν προεῖπον, ὅτι καὶ ἐν ἐνὶ κλίματι καὶ ἐν μιᾷ χώρᾳ τῶνἸνδῶν εἰσιν ἀωθρωποφάγοιἸνδοὶ, καί εἰσιν οἱ ἐμψύχων ἀπεχόμενοι· καὶ ὅτι οἶ Μαγουσαῖοι οὐκ ἐν Πέρσιδι μόνῃ τὰς θυγατέρας γαμοῦσιν, ἀλλὰ καὶ ἐν παντὶ ἔθνει, ὅπου ἂν οἰ- κήσωσι , τοὺς τῶν προγόνων φυλάσσοντες νόμους καὶ τῶν μυστηρίων αὐτῶν τὰς τελετάς.

ἀλλὰ καὶ πολλὰ βάρβαρα ἔθνη κατελέξαμεν, τά τε ὄντα ἐν με- σημβρίᾳ καὶ δύσει , καὶ ἀνατολῇ καὶ ἄρκτῳ , τουτέστιν ἐν διαφόροις κλίμασι , μὴ μετέχοντα Ἑρμαικῆς ἐπιστήμης.

πόσοι, νομίζετε, ἄνδρες σοφοὶ παρ- ήγαγον τοὺς κακῶς κειμένους νόμους; πόσοι δὲ νό- μοι ὑπὸ τῆς ἀπορίας κατελύθησαν; πόσοι βασιλεῖς κρατήσαντες ἐθνῶν παρήγαγον τοὺς πρὸ αὐτῶν νόμους καὶ ἔθεντο τοὺς ἰδίους ; καὶ οὐδεὶς τῶν ἀστέρων ἀπώλεσε τὸ ἴδιον κλίμα.