Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Εὖ μὲν οὖν λέγουσι καὶ οἱ λέγοντες ὅτι Πλάτων’ τὸ ταῖς γεννωμέναις ποιότησιν ὑποκείμενον στοιχεῖον ἐξευρὼν, ἣν ὕλην καλοῦσι, πολλῶν ἀπήλλαξε καὶ μεγάλων ἀποριῶν τοὺς φιλοσόφους · ἐμοὶ δὲ δοκοῦσι πλείονας λῦσαι καὶ μείζονας ἀπορίας οἱ τὸ τῶν δαιμόνων γένος ἐν μέσῳ θεῶν καὶ ἀνθρώπων θέντες, καὶ τρόπον τινὰ τὴν κοινωνίαν ἡμῶν συνάγον εἰς ταὐτὸ καὶ συνάπτον ἐξευρόντες , εἴτε μάγων τῶν περὶ Ζωροάστρην ὁ λόγος οὗτός ἐστιν, εἴτε Θρᾴκιος ἀπὸ Ὀρφέως, ἢ Αἰγύπτιος, ἢ Φρύγιος, ὡς τεκμαιρόμεθα ταῖς ἑκατέρωθι τελεταῖς ἀναμεμιγμένα πολλὰ θνητὰ καὶ πένθιμα τῶν ὀργιαζομένων καὶ δρωμένων ἱερῶν ὁρῶντες. Ἑλλήνων δὲ Ὅμηρος μὲν ἐπιφαίνεται κοινῶς ἀμφοτέροις χρώμενος τοῖς ὀνόμασι καὶ τοὺς θεοὺς ἔστιν ὅτε δαίμονας προσαγορεύων. Ἡσίοδος δὲ καθαρῶς καὶ διωρισμένως πρῶτον ’τον ἐξέθηκε τῶν λογικῶν τέσσαρα γένη · θεοὺς, εἶτα [*](9 Πλουτάρχου — Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων] Cap. 12. 16, 13. 14. p. 414.)

v.1.p.216
δαίμονας, εἶτα ἥρωας, τὸ δ’ ἐπὶ πᾶσιν, ἀνθρώπους. ἐξ ὧν ἔοικε ποιεῖν τὴν μεταβολὴν , τοῦ μὲν χρυσοῦ γένους εἰς δαίμονας πολλοὺς κἀγαθοὺς, τῶν δ’ ἡμιθέων εἰς ἥρωας ἀποκριθέντων.’’

Εἶθ’ ἑξῆς φησιν

“ Ἀλλὰ περὶ μὲν τούτων οὐκ ἀναγκαῖον ἡμᾶς Δημητρίῳ διαφέρεσθαι. καὶ γὰρ κἂν πλείων εἴη χρό- νος, κἂν ἐλάττων, κἂν τεταγμένος, κἂν ἄτακτος, ἐν ᾧ μεταλλάττει δαίμονος ψυχὴ καὶ ἥρωος βίος, οὐδὲν ἧττον ἐφ’ ᾧ βούλεται δεδείξεται μετὰ μαρτύρων σοφῶν καὶ παλαιῶν ὅτι φύσεις τινές εἰσιν ὥσπερ ἐν μεθορίῳ θεῶν καὶ ἀνθρώπων δεχόμεναι πάθη θνητὰ καὶ μεταβολὰς ἀναγκαίας , οὓς δαίμονας ὀρθῶς ἔχει κατὰ νόμον πατέρων ἡγουμένους καὶ ὀνομάζοντας σέβεσθαι.’’

Τούτοις μεθ’ ἕτερα ἐπιλέγει

Τὸ μὲν οὖν ἐφεστάναι τοῖς χρηστηρίοις μὴ θεοὺς, οἶς ἀπηλλάχθαι τῶν περὶ γῆν προσῆκόν ἐστιν, ἀλλὰ δαίμονας ὑπηρέτας θεῶν, οὐ δοκεῖ μοι κακῶς ἀξιοῦσθαι· τὸ δὲ τοῖς δαίμοσι τούτοις, μονονουχὶ δραχμὴν λαμβάνοντας ἐκ τῶν ἐπῶν τῶν Ἐμπεδοκλέους, ἁμαρτίας καὶ ἄτας καὶ πλάνας θεηλάτους ἐπιφέρειν , τελευτῶντας δὲ καὶ θανάτους ὥσπερ ἀνθρώπων ὑποτίθεσθαι, θρασύτερον ἡγοῦμαι καὶ βαρβαρικώτερον.’

Καὶ πάλιν προστίθησι τοῖς εἰρημένοις ταῦτα

“ Εἰσὶ γὰρ ὡς ἐν ἀνθρώποις καὶ δαίμοσιν ἀρετῆς διαφοραὶ) καὶ τοῦ παθητικοῦ καὶ ἀλόγου τοῖς μὲν ἀσθενὲς καὶ ἀμαυρόν ἐστι λείψανον, ὡς περίττωμα, τοῖς δὲ πολὺ καὶ δυσκατάσβεστον ἔνεστιν, ὧν ἴχνη καὶ σύμβολα πολλαχοῦ θυσίαι τε καὶ τελεταὶ καὶ μυθολογίαι σώζουσι καὶ διαφυλάττουσι διεσπαρμέναι. καὶ περὶ μὲν τῶν μυστικῶν , ἐν οἷς τὰς μεγίστας

v.1.p.217
ἐμφάσεις καὶ διαφάσεις λαβεῖν ἔστι τῆς περὶ δαιμονῶν ἀληθείας, εὔστομά μοι κείσθω καθ’ Ἡρόδοτον· ἑορτὰς δὲ καὶ θυσίας, ὥσπερ ἡμέρας ἀποφράδας καὶ σχυθρωπὰς, , ἐν αἷς ὠμοφαγίαι καὶ διασπασμοὶ νηστεῖαί τε καὶ κοπετοὶ, πολλαχοῦ δὲ πάλιν αἰσχρολογίαι πρὸς ἱεροῖς, μανίαι τε ἄλλαι ὀρινόμεναι ῥιψαύχενι σὺν κλόνῳ , θεῶν μὲν οὐδενὶ, δαιμόνων δὲ φαύλων ἀποτροπῆς ἕνεκα φήσαιμ’ ἂν τελεῖσθαι παραμύθια· καὶ τὰς πάλαι ποιουμένας ἀνθρωποθυσίας οὔτε οὔτε θεοὺς ἀπαιτεῖν ἢ προσδέχεσθαι πιθανόν ἐστιν, οὔτε μάτην ἂν ἐδέχοντο βασιλεῖς καὶ στρατηγοὶ, παῖδας αὑτῶν ἐπιδιδόντες καὶ καταρχόμενοι καὶ σφάττοντες, ἀλλὰ χαλεπῶν καὶ δυστρόπων ὀργὰς καὶ βαρυθυμίας ἀφοσιούμενοι καὶ ἀποπιμπλάντες ἀλαδτόρων, ἐνίων δὲ μανικοὺς ἔρωτας, οὐ δυναμένων οὐδὲ βουλομένων σώμασι καὶ διὰ σωμάτων ὁμιλεῖν. ἀλλ’ ὥσπερ Ἡρακλῆς Οἰχαλίαν ἐπολιόρκει διὰ παρθένον, οὕτω πολλάκις ἰσχυροὶ καὶ βίαιοι δαίμονες ἐξαιτούμενοι ψυχὴν ἀνθρωπίνην περιεχομένην σώματι λοιμούς τε πόλεσι καὶ γῆς ἀφορίας ἐπάγουσι , καὶ πολέ- μους καὶ στάσεις ταράττουσιν, ἄχρις οὗ λάβωσι καὶ τύχωσιν οὗ ἐρῶσι.’

Σαφῶς διὰ τούτων ὁ προδηλωθεὶς φιλόσοφος ὅτι δαίμοσι πονηροῖς τὰ προειρημένα κατὰ πάσας τὰς πόλεις ἐπετελεῖτο παρέστησεν. εἰ δὲ καί τινες ἦσαν ἐν τούτοις, ὥς φασιν, ἀγαθοὶ τὴν φύσιν ἢ καὶ θεοὶ, τί χρῆν θεραπεύειν τοὺς φαύλους, πρὸς τῶν ἀγαθῶν ἀπελαύνεσθαι αὐτοὺς δέον;

εἰ γὰρ δή τινες ἦσαν αὐτοῖς ἀγαθοὶ προστάται, τούτοις ἐπιθαρσοῦντας τὸ μηδὲν τῶν χειρόνων χρῆν δήπου φροντίζειν, καὶ διὰ σωφρόνων λόγων τε καὶ εὐχῶν, ἀλλὰ μὴ δι’ αἰσχρορρημοσυνων τὰς ἐναντίας ἀποτρέπεσθαι δυνάμεις

v.1.p.218

ὅτε δὲ τούτων μὲν οὐδὲν ἔπραττον, βίῳ δ’ αἰσχρῷ καὶ ἀκολάστῳ καὶ ῥήμασιν ἀσέμνοις ὠμοφαγίαις τε καὶ διασπασμοῖς καὶ ἀνθρωποθυσίαις τοῖς πονηροῖς δαίμοσιν ἐκαθικέτευον, πῶς καὶ δυνατὸν ἦν αὐτοὺς τὰ τοιαῦτα δρῶντας, καὶ τὰ τοῖς φαύλοις κεχαρισμένα διαπραττομένους , τῷ ἐπὶ πάντων θεῷ , ἢ ταῖς ὑπ’ αὐτὸν θείαις δυνάμεσιν, ἢ ὅλως ἀγαθοῖς τισὶ προσοικειοῦσθαι;

ἀλλὰ γὰρ τοῖς πᾶσι πρόδηλον ὡς ὁ τὰ φίλα τοῖς φαύλοις ἐπιτελῶν οὐκ ἄν ποτε τῶν ἀγαθῶν γένοιτο προσφιλής. οὐκ ἄρα θεοῖς, οὐδ’ ἀγαθοῖς δαίμοσιν, μόνοις δὲ τοῖς φαύλοις ἐλάτρευον οἱ δεδηλωμένοι.

ἔτι δὲ μᾶλλον τοῦτον πιστοῦται τὸν λόγον ὁ Πλούταρχος ἐν οἷς φησι τὰς μυθικὰς ὡς περὶ θεῶν διηγήσεις λόγους εἶναί τινας περὶ δαιμόνων, τά τε παρ’ Ἕλλησιν ᾀδόμενα γιγαντικά τινα καὶ Τιτανικὰ δαιμονικὰ εἶναι διηγήματα, ὡς καινοτέραν ὑποβάλλειν διάνοιαν.

μήποτε ἄρα τοιαῦτα ἦν τὰ περὶ τῶν πρὸ τοῦ κατακλυσμοῦ γιγάντων ἐν τῇ θείᾳ γραφῇ λεγόμενα, τά τε περὶ τῶν τούτους γεγεννηκότων, περὶ ὧν εἴρηται “ ἰδόντες δὲ οἱ ἄγγελοι τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἐκ πασῶν ὧν ἐξελέξαντο· ἀφ’ ὧν ἐγεννήθησαν οἱ γίγαντες οἶ ὀνομαστοὶ ἐξ αἰῶνος.’

εἴποι γὰρ ἄν τις τούτους ἐκείνους εἶναι, καὶ τὰ ἐκείνων πνεύματα παρὰ τοῖς μετὰ ταῦτα ἀνθρώποις τεθεοποιημένα, καὶ τὰς ἐκείνων μάχας, τάς τε πρὸς ἀλλήλους διαστάσεις, καὶ τοὺς πολέμους. ταῦτ’ εἶναι τὰ ὡς περὶ θεῶν μυθευόμενα. λέγει δ’ οὖν ὁ Πλούταρχος ἐν ᾧ συνέταξε λόγῳ " Περὶ τῶν κατὰ τὴν Ἴσιν καὶ τοὺς Αἰγυπτίων θεούς’’ αὐτοῖς ῥήμασι ταῦτα

v.1.p.219