Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

  • εἴκοσι τὰς πρὸ κυνὸς καὶ εἴκοσι τὰς μετέπειτα
  • οἴκῳ ἐνὶ σκιερῷ Διονύσῳ χρῆσθαι ἰητρῷ.
  • Ἀθηναίοις ὑπὸ καύματος ἐνοχλουμένοις ἰατρικὸν, ἀλλ’ οὐ μαντικὸν.

  • Ἐργῖνε Κλυμένοιο πάι Πρεσβωνιάδας,
  • ὄψ’ ἦλθες γενεὴν διζήμενος· ἀλλὰ καὶ ἔμπης
  • ἱστοβοῆι γέροντι νέαν ποτίβαλλε κορώνην.
  • γέροντι νέαν συνοικεῖν, εἰ παίδων ἐπιθυμεῖ, οὐ μάν- τεως οὐδὲ τοῦτο, ἀλλὰ φύσιν ἐπισταμένου. ἀλλ’ ἡ ἐπιθυμία τοὺς βλᾶκας ἐξίστησι. ”

    Διόπερ σοι καὶ νάρθηκα παραινῶ ἐπ’ αὐτοὺς λαμβάνειν , εἴ μὴ πείθοις μανθάνειν ἀντὶ τῶν καταπτύστων ἐρωτημάτων ἄξιόν τι τοῦ θείου φοιτητηρίου · ἢ Ἀντιόχῳ τῷ Παρίω ἀποβαλόντι τὴν οὐσίαν ἐν πολιτικῇ φλυαρίᾳ καὶ ὑπὸ λύπης ἥκοντι πρὸς σὲ λέγειν

    Ἀντίοχ’ , εἰς Θάσον ἐλθὲ, καὶ οἴκει εὐκλέα νῆσον· ὃς ἐκείνως ἂν μᾶλλον ὤνατο ἀκούσας,

    Ἀντίοχ’, εἰς νοῦν ἐλθὲ, καὶ ἐν πενίᾳ μὴ ὀδύρου.

    v.1.p.260

    ἢ τοῖς ἥκουσι Κρητῶν

  • Φαιστοῦ καὶ Τάρρας ναέται, Δίου τε πολύρρου,
  • Πυθωον κέλομαι τελέειν Φοίβοιο καθαρμὸν
  • εὐαγέοντας, ὅπως Κρήτην καταναιετάητε,
  • ὄλβον μὴ πατρίοισι νόμοις , καὶ Ζῆνα σέβοντες.
  • οἶς ἀκοῦσαι ἐκεῖνο κρεῖττον ἦν

  • λήρου καὶ μανίας ναέται, πολλοῦ θ’ ἅμα τύφου
  • οἰκεῖον τελέειν κέλομαι λήροιο καθαρμὸν
  • εὐαγέοντας, ὅπως σοφίαν καταναιετάητε,
  • ὄλβον μὴ πατρίοισι νόμοις, θείοις δὲ σέβοντες.
  • ὡς μὴ μᾶλλον τῆς Κρήτης σὺ καθαρμοῦ προσδέῃ, Ὀρφικούς τινας ἢ Ἐπιμενιδείους καθαρμοὺς φαντα- ζόμενος.

    Διὰ τί δὲ, (6 σοφώτατε, Χαρίλαος καὶ Ἀρχέλαος οἶ Λακεδαιμονίων βασιλεῖς,

  • εἴ κεν ἐπικτήτου μοίρης λάχος Ἀπόλλωνι
  • ἥμισυ δάσσωνται, πολὺ λώιον ἔσσεται αὐτοῖς,
  • ποίῳ δὲ καὶ ἄλλῳ λέγεις Ἀπόλλωνι ; οὐ γὰρ δὴ αὐτῷ σοι, ὦ ἀναίσχυντε μάντι , ὡς μή τίς σοι αὐτῷ ἐπιπλήξειεν, ἅτε κακῶς οὕτω συνδιαιρουμένῳ τοῖς λῃ- σταῖς.”

    Ταῦτα μὲν οὑν ὧδε ἐχέτω. φέρε δὲ τούτοις προσθῶμεν καὶ δι’ ὧν αὖθις ὁ Ἀπόλλων θαυμάζει τὸν Ἀρχίλοχον , ἄνδρα παντοίαις κατὰ γυναικῶν αἰ- σχρορρημοσύναις καὶ ἀρρητολογίαις, ἃς οὐδ’ ἀκοῦσαί τις σώφρων ἀνὴρ ὑπομείνειεν ἂν, ἐν τοῖς οἰκείοις ποιήμασι κεχρημένον ’ καὶ τὸν Εὐριπίδην τῆς μὲν Σωκράτους διατριβῆς καὶ φιλοσοφίας ἐκπεσόντα, εἰσέτι δὲ καὶ νῦν ἐπὶ τῆς θυμέλης τραγῳδούμενον· καὶ Ὃμηρον ἐπὶ τούτοις, ὃν ὁ γενναῖος Πλάτων’ ἐξωθεῖ τῆς ἑαυτοῦ πολιτείας ὡς κατ’ οὐδὲν ὠφέλιμον, ἀλλὰ καὶ τὰ ἔσχατα τοὺς νέους λυμαινομένων λόγων

    v.1.p.261
    ποιητὴν γεγενημένον. ἐφ’ οἷς πάλιν ὁ προδηλωθεὶς τὸν χρησμῳδὸν θεὸν ὧδέ πως σκώπτει