Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

" Ἐπεἰ δέ πως ἐπεμνήσθην τοῦδε τοῦ λόγου, φέρε τὰ καθήκοντα διέλθω τοῦ κατὰ τοὺς Ἡρακειδας c διηγήματος. οὔτοι γάρ ποθ’ ὡρμημένοι κατὰτὸν Ἰσθμὸν εἰσβαλεῖν εἰς Πελοπόννησον ἐσφάλησαν. Ἀριστόμαχος οὖν ὁ Ἀριδαίου, ἐπειδὴ ὁ Ἀριδαῖος ἀποτεθνήκει ἐν τῇ εἰσβολῇ , ἔρχεται ἀκουσόμενος παρὰ σοῦ περὶ τῆς ὁδοῦ · ἐπεθύμει δὲ ὥσπερ καὶ ὁ πατήρ.

σὺ δ’ αὐτῷ λέγεις

v.1.p.243
  • νίκην σοι φαίνουσι θεοὶ δι’ ὁδοῖο στενύγρων,
  • καὶ ὃς κατὰ τὸν Ἰσθμὸν ὥρμησεν ἐπιχειρεῖν καὶ μάχῃ τελευτᾷ. τούτου υἱὸς ὁ Τήμενος κακοδαίμων ἧκεν ἐκ κακοδαιμόνων τρίτος · σὺ δ’ αὐτῷ παρεγγυᾷς ἃ καὶ Ἀριστομάχῳ τῷ πατρί· καὶ ὃς, ἀλλὰ κἀκεῖνός σοι, ἔφη, πεισθεὶς ἀπέθανεν ἐν τῇ εἰσβολῇ.

    καὶ σὺ ἔφης, οὐ κατὰ γῆν λέγω στενύγρην , ἀλλὰ κατὰ τὴν εὐρυγάστορα, ἐπειδὴ χαλεπὸν ἦν εἰπεῖν κατὰ τὴν θάλασσαν , κἀκεῖνος ᾔει κατὰ τὴν θάλασσαν, δόξαν ἐμποιήσας ὅτι κατὰ γῆν εἰσίοι, καὶ μέσον στρατοπεδεύεται Ναυάτου καὶ Τυπαίου · καὶ διακοντίζει Κάρνον νον ἱππότην φυλάνδρου τὸν Αἰτωλὸν, εὑ, ἐμοὶ δοκεῖ , ποιῶν· καὶ ἐπειδὴ συνεκύρησε νόσος πλησία καὶ ἀπέθανεν Ἀριστόδημος , πάλιν ἐπανεχώρουν, καὶ ὁ Τήμενος ἐλθὼν ἀπεμέμφετο τῇ ἀποτυχίᾳ, καὶ ἤκου- σεν ὅτι ποινὴν ἀνεμάξατο τοῦ θείου ἀγγέλου , καὶ τὸ ὑπὲρ τῆς εὐχῆς Ἀπόλλωνι Καρνείῳ ποίημα τὸ διὰ τοῦ χρησμοῦ λέγον

  • ἄγγελον ἡμέτερον κτείνας ἀνεμάξαο ποινήν.
  • τί οὖν φησιν ὁ Τήμενος; τί χρὴ ποιεῖν; καὶ πῶς ἂν ἱλασαίμην ὑμᾶς;

  • εὔχεο Καρνείῳ τελέειν σέβας Ἀπόλλωνι.
  • ὢ μιαρώτατε καὶ ἀναισχυντότατε μάντι· εἶτ’ οὐκ ἠπίστασο ὅτι διαμαρτήσεται τῆς στενύγρης ὁ τὴν στενύγρην ἀκούσας ; ἀλλ’ οὐδὲν ἧττον ἐπιστάμενος χρᾷς, ἔπειτα περιορᾷς διαμαρτάνοντα.