Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

τί ποτ’ οὖν αὐτοῖς ὁ σωτὴρ καὶ θεὸς παραινεῖ; τάχα πού τις οἰήσεται δικαιοσύνης τοῦ λοιποῦ καὶ φιλανθρωπίας ἐπιμέλεσθαι καὶ τῆς ἄλλης ἀρετῆς, ἢ μετανοεῖν ἐπὶ τῷ πλημμελήματι, καί τι τῶν ὁσίων καὶ εὐσεβῶν ἐκτελεῖν, ὡς ἂν τῶν θεῶν τούτοις ἱλασκομένων. ἀλλὰ τούτων μὲν ἦν οὐδέν.

τί γὰρ δὴ καὶ μέλον ἢν τούτων τοῖς θαυμασίοις θεοῖς, μᾶλλον δὲ τοῖς παμπονήροις δαἰμοσι; πάλιν οὖν τὰ αὐτοῖς συγγενῆ καὶ οἰκεῖα , τὰ ἀνηλεῆ καὶ ὠμὰ καὶ ἀπάνθρωπα , λοιμὸν ἐπὶ λοιμῷ φασι καὶ θανάτους ἐπὶ θανάτῳ.

κελεύει γοῦν ὁ Ἀπόλλων ἔτους ἑκάστου πέμπειν αὐτοὺς τῶν ἰδίων παίδων ἄρρενας ἐνήβους ἑπτὰ καὶ θηλειῶν ἰσαρίθμους παρθένους, ἀνθ’ ἑνὸς δέκα καὶ τέσσαρας ἀναιτίους καὶ ἀπράγμονας, οὐκ εἰς ἅπαξ, ἀλλὰ, καὶ κατὰ πᾶν ἔτος τυθησομένους ἐν Κρήτῃ παρὰ τῷ Μίνωϊ· ὥστε καὶ μέχρι τῶν τοῦ Σωκράτους χρόνων πλέον ἢ πεντακοσίοις ὕστερον ἔτεσιν ὁ δεινὸς οὗτος καὶ άπανθωπότατος δασμὸς μνήμην παρ’ Ἀθηναίοις διεφύλαττε. τοῦτο δὲ ἦν ἄρα τὸ καὶ Σωκράτει τὴν ἀναβολὴν τοῦ θανάτου πεποιημένον.

τίθησι γοῦν ὁμοῦ καὶ ἀπελέγχει τὸν χρησμὸν εὖ μάλα τις τῶν νέων ἀνδρικῷ λογισμῷ γοήτων φωρὰν ἐν οἰκείῳ συγγραμματι πεποιημένος οὐ καὶ αὐτοῦ τῶν φωνωι·, ἀλλὰ μὴ τῶν ἐμῶν ἄκουε, πρὸς τὸν χρησμῳδὸν ὧδέ πως ἀποτεινομένου·