Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Ὅτι δὲ φιλοῦσι τὰ σύμβολα τῶν χαρακτήρων ἡ Ἑκάτη παραβάλλουσα πρὸς ἃ φιλοῦσιν οἱ ἄνθρωποι μεμήνυκε διὰ τούτων

  • τίς βροτὸς οὐ πεπόθηκε χαρακτῆρας ὀπάσασθαι
  • χαλκοῦ καὶ χρυσοῦ καὶ ἀργύρου αἰγλήεντος;
  • τίς δὲ τάδ᾿ οὐ φιλέει, τῶν δὴ καθύπερθεν ἐφεστὼς,
  • εἰς ἓν ἀγειρόμενος εἴρω πολυμοιρέα φωτῶν;
  • οὐ μόνον δ᾿ ὅτι φίλοι οἱ χαρακτῆρες δεδήλωκεν, ἀλλ᾿ ὅτι καὶ, ὅπερ ἔφαμεν, αὐτοὶ περιγράφονται, καί εἰσιν οἷον ἐν ἱερῷ χωρίῳ τῇ ὑποκειμένῃ εἰκόνι· οὐ γὰρ ἐπὶ γῆς ὀχεῖσθαι, ἀλλ᾿ ἐπὶ γῆς ἱερὰς ἐδυνήθησαν· ἱερὰ δὲ ἡ εἰκόνα φέρουσα θεοῦ, ἧς ἀρθείσης λέλυται τὸ κρατοῦν ἐπὶ γῆς τὸ θεῖον.”

    Διὰ δὴ τούτων ἁπάντων ἡγοῦμαι σαφῶς ἐληλέγχθαι ὡς ἄρα περίγειοί τινες καὶ φιλοπαθεῖς δαίμονες ἥλωσαν αὐτῶν ὄντες οἱ θεοί· διό μοι δοκῶ σώφρονι λογισμῷ τὴν ἀποστροφὴν αὐτῶν πεποιῆσθαι.

    ὁρᾷς γοῦν ὡς κρατεῖν αὐτοὺς ἔν τισι γῆς χωρίοις τοὺς κατὰ μαγείαν φασὶ τύπους καὶ τοὺς τοιούσδε χαρακτῆρας, δέον, εἴπερ ἄρα θεῖόν τι ἦν ἀληθῶς, μηδ᾿ ἀλλαχῆ πη ἐπιβαίνειν ἢ ἐν μόνῃ ψυχῆς διανοίᾳ, καὶ ταύτῃ παντὸς ῥύπου καὶ πάσης κηλῖδος κεκαθαρ-

    v.1.p.236
    μένῃ, σωφροσύνῃ τε καὶ δικαιοσύνῃ καὶ ταῖς ἄλλαις ἀρεταῖς κεκοσμημένη.

    τούτων γὰρ ἐν ἀνθρώπου ψυχῇ ὧς ἐν ἀληθῶς ἱερῷ χωρίῳ προυποκειμένων, εἰκότως ἂν ἐπέλθοι θείου πνεύματος παρουσία ’ οὐδ’ ἂν ἦν ἔτι χρεία τῆς κακοτέχνου γοητείας ταῖς εἰς ὑποδοχὴν τοῦ θείου κατὰ τὴν ἐνάρετον καὶ φιλόθεον πρᾶξιν προηυτρεπισμέναις ψυχαῖς.

    ὥστε διαρρήδην ἔξ ἀπάντων τούτων περιγείους τινὰς ἁλίσκεσθαι, φιλοπαθεῖς τε καὶ φιλοσωμάτους ὑπάρχειν δαίμονας, περὶ ὧν ἄρτι ἐλέγομεν. ἀλλὰ γὰρ ἑξῆς τούτοις ἄκουε οἷα ὁ αὐτὸς συγγραφεὺς περὶ τοῦ ἐκλελοιπέναι αὐτῶν τὰ βοώμενα χρηστήρια ἐν τοῖς αὐτοῖς τίθησι τοῦτον ’τον τρόπον