Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

μηδὲ τοῦτον δὲ ἡμέτερον εἶναι τὸν λόγον ἡγοῦ · οὐδὲν γὰρ τούτων ἡμεῖς ὁμολογοῦμεν οὔτε ἐπίστασθαι οὔτε θέλειν εἰ- δέναι. πλὴν εἰς ἔλεγχον τῆς περὶ ταῦτα ἀτοπίας καὶ

v.1.p.232
εἰς ἡμετέραν ὁμοῦ τῆς τούτων ἀναχωρήσεως ἀπολο- γίαν ὁ τούτων ἡμῖν παρεισήχθω μάρτυς , σοφὸς ὢν ἐν τοῖς γνωρίμοις, καὶ πάντα ἀκριβῶς τὰ οἰκεῖα εἰδώς τε καὶ ὑποτιθέμενος. ὁ δὴ οὑν αὐτὸς ἐν τῇ δηλωθείσῃ τῶν λογίων συναγωγῇ ταῦτα λέγει πρὸς λέξιν

“ Οὐ μόνον δὲ τὴν πολιτείαν αὐτῶν αὐτοὶ μεμηνύκασι, καὶ τὰ ἄλλα τὰ εἰρημένα, ἀλλὰ καὶ οἶστισι χαίρουσι καὶ κερατοῦνται ὑπηγόρευσαν , καὶ μὴν καὶ τίσιν ἀναγκάζονται, τίνα δὲ δεῖ θύειν, καὶ ἐκ ποίας ἡμέρας ἐκτρέπεσθαι, τό τε σχῆμα τῶν ἀγαγμάτων μάτων ποταπὸν δεῖ ποιεῖν , αὐτοί τε ποίοις σχήμασι φαίνονται, ἔν τε ποίοις διατρίβουσι τόποις, καὶ ὅλως ἕν οὐδέν ἐστιν ὃ μὴ παρ’ αὐτῶν μαθόντες οἱ ἄνθρωποι οὕτως αὐτοὺς ἐτίμησαν. πολλῶν δ’ ὄντων ἃ τούτων ἐστὶ παραστατικὰ, ὀλίγα ἐκ τῶν πολλῶν παραθησόμεθα, ἵνα μὴ ἀμάρτυρον τὸν λόγον καταλείπωμεν.

ΧΙΙ. “ Ὀτι δὲ καὶ τὰ ἀγάλματα αὐτοὶ ὑπέθεντο πῶς χρὴ ποιεῖν καὶ ἐκ ποίας ὕλης δηλώσει τὰ τῆς· Ἑκάτης ἔχοντα τοῦτον τὸν τρόπον