Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

" Βέβαιος δὲ καὶ μόνιμος ὁ ἐντεῦθεν ὡς ἂν ἐκ μόνου βεβαίου τὰς ἐλπίδας τοῦ σωθῆναι ἀρυτόμενος, οἷς δὴ καὶ μεταδώσεις μηδὲν ὑφαιρούμενος. ἐπεὶ κἀγατοὺς θεοὺς μαρτύρομαι ὡς οὐδὲν οὔτε προστέθεικα

v.1.p.170
οὔτε ἀφεῖλον τῶν χρησθέντων νοημάτων, εἰ μή που λέξιν ἡμαρτημένην διώρθωσα, ἢ πρὸς τὸ σαφέστερον μεταβέβληκα, ἢ τὸ μέτρον ἐλλεῖπον ἀνεπλήρωσα, ἤ τι τῶν μὴ πρὸς τὴν πρόθεσιν συντεινόντων διέγραψα, τὸν δὲ νοῦν ἀκραιφνῆ τῶν ῥηθέντων διετήρησα, εὐλαβούμενος τὴν ἐκ τούτων ἀσέβειαν μᾶλλον ἢ τὴν ἐκ τῆς ἱεροσυλίας τιμωρὸν ἑπομένην δίκην.

ἕξει δὲ ἡ παροῦσα συναγωγὴ πολλῶν μὲν τῶν κατὰ φιλοσο- φίαν δογμάτων ἀναγραφὴν, ὡς οἱ θεοὶ τἀληθὲς ἔχειν ἐθέσπισαν · ἐπ’ ὀλίγον δὲ καὶ τῆς χρηστικῆς ἁψόμεθα πραγματείας, ἥτις πρός τε τὴν θεωρίαν ὀνήσει καὶ πρὸς τὴν ὅλην κάθαρσιν τοῦ βίου. ἢν δ’ ἔχει ὠφέλειαν ἡ συναγωγὴ μάλιστα εἴσονται ὅσοιπερ τὴν ἀληθειαν ὠδίναντες ηὔξαντό ποτε τῆς ἐκ θεῶν ἐπιφα- νείας τυχόντες ἀνάπαυσιν λαβεῖν τῆς ἀπορίας διὰ τὴν τῶν λεγόντων ἀξιόπιστον διδασκαλίαν."

Τοιούτοις χρησάμενος προοιμίοις μαρτύρεται καὶ προκαταγγέλλει μὴ εἰς πολλοὺς ἐκφῆναι τὰ λεχθησόμενα, λέγων οὕτως