Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Φέρε οὖν ἐπισκεψώμεθα τίς ὁ κατ’ αὐτοὺς τῶν χρηστηρίων τρόπος, ὡς ἂν μάθωμεν ποίας χρὴ δυνάμεως αὐτοὺς ἀποφήνασθαι, καὶ εἴτε ὀρθῶς αὐ- τῶν ἀνεχωρήσαμεν εἴτε καὶ μή. εἰ δὲ μέλλοιμι παρ’ ἐμαυτοῦ τοὺς ἐλέγχους τῶν δηλουμένων προφέρειν, εὖ οἷδ’ ὅτι μηδ’ ἀνεπίληπτον παρέξω τοῖς φιλεγκλή- μοσι τὸν λόγον. διόπερ αὐτὸς οὐδὲν οἴκοθεν εἰπὼν αὖθις ταῖς τῶν ἔξωθεν ἀποχρήσομαι μαρτυρίαις.

μυρίων δὲ ὄντων παρ’ Ἕλλησι λογογράφων τε καὶ φιλοσόφων , πρὸ πάντων ἐπιτήδειον εἰς τὰ προκείμενα ἐγκρίνω τὸν δαιμόνων φίλον αὐτὸν ἐκεῖνον, ὃς δὴ καθ’ ἡμᾶς γεγονὼς ταῖς καθ’ ἡμῶν ἐλλαμπρύωεται ψευδηγορίαις. μάλιστα γὰρ φιλοσόφων οὗτος τῶν καθ’ ἡμᾶς δοκεῖ καὶ δαίμοσι καὶ οἷς φησι θεοῖς ὡμιληκέναι , ὑπέρ τε τούτων πρεσβεῦσαι, καὶ πολλῷ μᾶλλον τὰ περὶ αὐτῶν ἀκριβέστερον διηρευνηκέναι.

οὗτος τοιγαροῦν ἐν οἷς ἐπέγραψε “Περὶ τῆς ἐκ λογίων φιλοσοφίας " συναγωγὴν ἐποιήσατο χρησμῶν τοῦ τε Ἀπόλλωνος καὶ τῶν λοιπῶν θεῶν τε καὶ ἀγαθῶν δαιμόνων, οὓς μάλιστα ἐκλεξάμενος αὑτῶ ἡγήσατο ἱκανοὺς εἷναι εἴς τε ἀπόδειξιν τῆς τῶν θεολογουμένων ἀρετῆς εἴς τε προτροπὴν ἧς αὐτῷ φίλον ὀνομάζειν θεοσοφίας.

ἐκ δὴ τούτων τοιγαροῦν τῶν ἐγκριθέντων καὶ μνήμης ἀξιωθέντων λογίων διακρῖναι καλὸν τοὺς χρησμολόγους, καὶ σκέψασθαι ποίας ποτὲ ὄντες τυγχάνουσι δυνάμεως. πρῶτον δὲ θεασώμεθα ὅπως τῆς γραφῆς ὁ δηλωθεὶς ἀνὴρ ἀρ- χόμενος ἡμῖν ἀληθεύειν ἐπόμνυται λέγων οὕτως