Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
“ Τοὺς δὲ πονηροὺς δαίμονας οὐκ εἰκῆ ὑπὸ τὸν Σάραπιν ὑποπτεύομεν , οὐδ’ ἐκ τῶν συμβόλων μόνων ἀναπεισθέντες, ἀλλ’ ὅτι τὰ μειλίγματα καὶ τὰ τούτων ἀποτρόπαια πρὸς τὸν Πλούτωνα γίνεται, ὡς ἐν τῷ πρώτῳ ἐδείκνυμεν. αὐτὸς δὲ τῷ Πλούτωνι ὁ θεὸς, καὶ διὰ τοῦτο μάλιστα δαιμόνων ἄρχων, καὶ σύμβολα διδοὺς πρὸς τὴν τούτων ἔλασιν.
οὕτος γοῦν καὶ τοῖς ἱκέταις ἐδήλωσεν ὡς πᾶσι ζῲοις ὁμοιούμενοι προσίασι τοῖς ἀνθρώποις · ὅθεν καὶ παρ’ Αἰγυπτίοις καὶ παρὰ Φοίνιξι καὶ ὅλως παρὰ τοῖς τὰ θεῖα σοφοῖς ἱμάντες ἐν τοῖς ἱεροῖς ἐπιρρήσσονται, καὶ ζῷα προσουδίζεται πρὸ τῆς θρησκείας τῶν θεῶν, ἐξελαυνόντων τῶν ἱερέων τούτους, διὰ τοῦ δοῦναι πνεῦμα, ἢ αἷμα ζῴων, καὶ διὰ τῆς τοῦ ἀέρος πληγῆς, ἔνα τούτων ἀπελθόντων παρουσία του θεοῦ γένηται.
καὶ οἶκος δὲ πᾶς μεστὸς, καὶ διὰ
ὅλως γὰρ ἡ ἐπίτασις τῆς πρός τι ἐπιθυμίας καὶ ἡ τοῦ πνεύματος τῆς ὀρέξεως ὁρμὴ ἀλλαχόθεν οὐ σφοδρύνεται ἢ ἐκ τῆς τούτων παρουσίας · οἱ καὶ εἰς ἀσήμους φθόγγους καὶ φύσας ἀναγκάζουσι τοὺς ἀνθρώπους ἐμπίπτειν ἐμπίπτειν διὰ τῆς συναπολαύσεως τῆς μετ’ αὐτῶν γιγνομένης.
ὅπου γὰρ πνεύματος πλείονος ὁλκὴ ἢ τῆς γαστρὸς ἐξ ἡδυπαθείας πεπληρωμένης, ἢ τῆς προθυμίας δι’ ἡδονῆς ἐπίτασιν ἐκφυσώσης καὶ πολὺ τὸ ἔξωθεν σπώσης , ἐκεῖ παρουσία τῶν τοιούτων πνευμάτων πνευμάτων σοι δηλούσθω. ἄχρι τούτων τολμᾷ φύσις ἀνθρώπου εὑρίσκειν τὰς περὶ αὑτῆς συνεστώσας παγίδας· καὶ γὰρ ὁ θεὸς ὅταν εἰσκριθῇ, πολυπλασιάζεται τὸ πνεῦμα.”
Ταῦτα μὲν οὑν περὶ τῶν πονηρῶν δαιμόνων, ὧν φησιν ἄρχοντα εἶναι τὸν Σάραπιν. καὶ τὴν ‘Εκάτην δὲ τούτων ἄρχειν ὁ αὐτὸς διδάσκει λέγων οὕτως
“ Μήποτε οὗτοί εἰσιν ὧν ἄρχει ὁ Σάραπις, καὶ τούτων σύμβολον ὁ τρίκρανος κύων, τουτέστιν ὁ ἐν τοῖς τρισὶ στοιχείοις , ὕδατι, γῇ, ἀέρι, πονηρὸς δαίμων· οὓς καταπαύει ὁ θεὸς ὁ ἔχων ὑπὸ χεῖρα. ἄρχει δ’ αὐτῶν καὶ ἡ Ἑκάτη, ὡς συνέχουσα τὸ τρίστοιχον.”
Καὶ πάλιν φησὶν
“Ἕν χρηστήριον ἔτι παραθεὶς, ὅπερ αὐτὴ ἡ Ἑκάτη πεποίηται, καταπαύσω τὸν περὶ ταύτης λόγον
οἶς ἐπιλέγει ὁ συγγραφεὺς σαφῶς τίνες οἶ σκύλακες· ὅτι οἶ πονηροὶ δαίμονες, περὶ ὧν ἄρτι πεπαύμεθα λέγοντες. τοσαῦτα μὲν δὴ καὶ ταῦτα. περὶ δὲ τοῦ δαίμονας εἶναι πονηροὺς ἀληθῶς , ἀλλ’ οὐδὲν ἀγαθὸν ἐπαγομένους , τοὺς παρὰ τοῖς πολλοῖς θεολουμένους, , φέρε ἔτι μᾶλλον διὰ πλειόνων κρατύνωμεν.