Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

"'Ημεῖς δὲ κατὰ δύναμιν οὐ δεησόμεθα ὧν οὗτοι παρέχουσιν, ἀλλ’ ἔκ τε ψυχῆς ἔκ τε τόν ἐκτὸς πάσαν σπουδὴν ποιούμεθα θεῷ μὲν καὶ τοῖς ἀμφ’ [*](17 Διὸ συνετὸς — ] Porphyr. De abstin. 2, 43 et 52.)

v.1.p.198
αὐτὸν ὁμοιοῦσθαι , ( ὃ γίνεται δι’ ἀπαθείας καὶ τῆς περὶ τῶν ὄντως ὄντων διηρθρωμένης διαλήψεως καὶ πρὸς αὐτὰ καὶ κατ’ αὐτὰ ζωῆς,) πονηροῖς δὲ ἀνθρώ- ποις καὶ δαίμοσι καὶ ὅλως παντὶ τῷ χαίροντι τῷ θνητῷ τε καὶ ὑλικῷ ἀνομοιοῦσθαι.

“Ὂν δὲ ἡμεῖς ὑπογράφομεν φιλόσοφον στάμενον τῶν ἐκτὸς, εἰκότως φαμὲν μὴ ἐνοχλήσειν δαίμοσι, μηδὲ μάντεων δεήσεσθαι, μηδὲ σπλάγχνων ζῴων. ὣν γὰρ ἕνεκα αἱ μαντεῖαι, τούτων οὗτος μεμελέτηκεν ἀφίστασθαι. οὔτε γὰρ εἰς γάμον καθίησιν, ἔνα περὶ γάμου τὸν μάντιν ἐνοχλήσῃ· οὐκ εἰς ἐμπο- ρίαν, οὐ περὶ οἰκέτου, οὐ περὶ κλοπῆς καὶ τῆς ἄλ- λης παρὰ ἀνθρώποις δοξοκοπίας. περὶ ὧν δὲ ζητεῖ, μάντις μὲν οὐδεὶς, οὐδὲ σπλάγχνα ζῴων μηνύσει τὸ σαφές· αὐτὸς δὲ δι’ ἑαυτοῦ, ὡς λέγομεν , προσιὼν τῷ θεῷ, ὃς ἐν τοῖς ἀληθινοῖς αὐτοῦ σπλάγχνοις ἵδρυται, περὶ τοῦ αἰωνίου βίου λήψεται τὰς ὑποθήκας, ὅλος ἐκεῖ συρρευσας.

Σαφέστατα δὴ διὰ τούτων ὁ λόγος ἐξέφηνεν τίνων ἡγεῖσθαι χρὴ τὰ μαντεῖα καὶ τὰς διὰ θυτικῆς ἐρωτήσεις, τάς τε παρὰ τοῖς πολλοῖς θαυμαζομένας περὶ τῶν ἀδήλων προγνώσεις. ταῦτα γὰρ πάντα δο- ξοκοπίας ὀνομάσας ὡς ἂν ὑπὸ δαιμόνων πονηρῶν ἐνεργούμενα ἀποβάλλει.

τὸν γοῦν περὶ φαύλων δαιμόνων διεξιὼν λόγον , καὶ φάσκων τὸν συνετὸν ἄνδρα καὶ σώφρονα μή ποτε τούτοις ἑαυτὸν ἐπιδοῦναι, μηδ’ ἐπισπάσασθαι εἰς ἑαυτὸν διὰ τῶν θυσιῶν τοὺς τοιούτους, ἑξῆς ἐπισυνάπτει λέγων τὸν φιλόσοφον μηδὲ μαντείων δεήσεσθαι, μηδὲ σπλάγχνων ζῴων, καὶ τῶν παραπλησίων , ὡς ἂν τῆς δαιμονικῆς ὄντων κακοτεχνίας.

εἰ δὴ οὖν κατὰ ταῦτα εὐλα- βητέον τῷ συνετῷ καὶ σώφρονι τοιαύταις χρῆσθαι

v.1.p.199
θυσίαις, δι’ ὧν ἐπισπάσεται πρὸς ἑαυτὸν τοὺς δαί- μονας—αὗται δ’ ἦσαν αἱ δι’ αἱμάτων ἐκχύσεως καὶ δι’ ἀλόγων ζῴων σφαγῆς — οὐδεὶς ἂν ἐνδίκως ῥηθείη σώφρων καὶ συνετὸς τῶν πάλαι ζῳοθυτούντων τοῖς δαίμοσι, καὶ πολὺ μᾶλλον τῶν ἀνθρωποθυτούντων.

ἥλω δὲ τὰ πανταχοῦ πάντα σχεδὸν εἰπεῖν ἔθνη, πρόσθεν ἢ τὸν ἡμέτερον σωτῆρα εἰς ἀνθρώπους ἀναδειχθῆναι, τοὺς φαύλους ἱλεούμενα δαίμονας ταῖς κατὰ πάντα τόπον ἐπιτελουμέναις ἀνθρωποθυσίαις. οὐδεὶς ἄρα τούτων συνετὸς ἦν καὶ σώφρων.

ὁ μὲν οὖν κοινὸς καὶ ἀνθρώπινος λογισμὸς ἑπόμενος ὀρθῷ λόγῳ παντὶ τῷ συνετῷ καὶ σώφρονι διαρρήδην προκηρύττει μὴ χρῆσθαι θυσίαις ἐπὶ θεραπείᾳ τῶν πονηρῶν δαιμόνων, σπουδάζειν δὲ καθαίρειν τὴν ψυχὴν παντοίως· καθαρᾷ γὰρ ψυχῇ μὴ ἐπιτίθεσθαι, διὰ τὸ αὐτοῖς ἀνόμοιον·

ὁ δὲ θεὸς αὐτοῖς ὁ Ἀπόλλων , ( πάλιν γὰρ ἀνθρώποις τοῦτον παραβλητέον, καὶ δεικτέον ὅσον τοῦ ὀρθοῦ λείπεται λογισμοῦ,) προστάττει τῷ πονηρῷ δαίμονι θύειν, οὐκ ἄλλως ἢ δηλαδὴ φίλος ὢν αὐτῷ · κακῷ δὲ τὸ ὅμοιον φίλον. τούτου δὲ μάρτυς ὁ καὶ πρόσθεν ἐν οἷς ἐπέγραψε Περὶ τῆς ἐκ λογίων φιλοσοφίας’’ ὧδε ἱστορῶν πρὸς λέξιν.