Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἐκ δὲ τούτου στάσις αὐτοὺς καταλαμβάνει περὶ τοῦ τρόπου τῆς δεκατεύ-

v.1.p.189
σεως· καὶ ἐν ἀλλήλοις οἶ προεστηκότες τῶν πόλεων τότε πρῶτον ἐταράχθησαν, ἔπειτα καὶ τὸ λοιπὸν πλῆ- θος δι’ ὑποψίας τοὺς ἐν τέλει ἐλάμβανεν. ἐγίνοντο δὲ οὐδενὶ κόσμῳ αἶ ἐπαναστάσεις, ἀλλ’, ὥσπερ εἰκὸς, οἴστρῳ καὶ θεοβλαβείᾳ ἀπελαυνομένων , καὶ πολλὰ ἐφέστια ὅλα ἐξηλείφθη μέρους αὐτῶν μεθισταμένου· οὐ γὰρ ἐδικαίουν οἶ προσήκοντες τοῖς ἐξιοῦσιν ἀπο- λείπεσθαι τῶν φιλτάτων καὶ ἐν τοῖς ἐχθίστοις ὑπο- μένειν. πρῶτον μὲν δὴ οὗτοι μεταστάντες ἐξ Ἰταλίας εἴς τε τὴν Ἑλλάδα καὶ τῆς βαρβάρου πολλὴν ἐπλα- νήθησαν. μετὰ δὲ τοὺς πρώτους ἕτεροι τὸ αὐτὸ ἔπα- θον, καὶ τοῦτο διετέλει γινόμενον ἐπὶ ἔτη. οὐ γὰρ ἀνίεσαν οἶ δυναστεύοντες ἐν ταῖς πόλεσι τῆς ἀνδρουμένης ἀεὶ νεότητος ἐξαιρούμενοι τὰς ἀπαρχὰς, τοῖς τε θεοῖς τὰ δίκαια ὑπουργεῖν ἀξιοῦντες καὶ στασια- σμοὺς ἐκ τῶν διαλαθόντων δεδιότες. ἦν δὲ πολὺ καὶ τὸ πρὸς ἔχθραν σὺν προφάσει εὐπρεπεῖ ἀπελαυνόμενον ὑπὸ τῶν διαφόρων · ὥστε πολλαὶ αἱ ἐπαναστάσεις ἐγίνοντο καὶ ἐπὶ πλεῖστον γῆς τὸ Πελασγικὸν γένος διεφορήθη."

Καὶ μετὰ βραχέα φησὶ

" Λέγουσι δὲ καὶ τὰς θυσίας ἐπιτελεῖν τῷ Κρόνῳ τοὺς παλαιοὺς, ὥσπερ έν Καρχηδόνι τέως ἡ πόλις διέμεινε καὶ παρὰ Κελτοῖς εἰς τόδε χρόνου γίνεται, καὶ ἐν ἄλλοις τισὶ τῶν προσεσπερίων ἐθνῶν ἀνδρο- φονοῦσιν, Ἡρακλέα δὲ παῦσαι τὸν νόμον τῆς θυσίας βουληθέντα τόν τε βωμὸν ἱδρύσασθαι τὸν ἐπὶ τῷ Σατορνίῳ καὶ κατάρξασθαι θυμάτων ἁγνῶν ἐπὶ καθαρῷ πυρὶ ἁγιζομένων , ἔνα δὲ μηδὲν ᾖ τοῖς ἀνθρώποις δέους ἐνθύμιον, ὡς πατρίων ἠλογηκόσι θυσιῶν, [*](22 Λέγουσι —] Dionys. Hal. A. R. 1 , 38.)

v.1.p.190
διδάξαι τοὺς ἐπιχωρίους ἀπομειλιττομένους τὴν τοῦ θεοῦ μῆνιν ἀντὶ τῶν ἀνθρώπων , οὓς συμποδίζοντες καὶ τῶν χειρῶν ἀκρατεῖς ποιοῦντες ἐρρίπτουν εἰς τὸ τοῦ Τιβέριος ῥεῖθρον, εἴδωλα ποιοῦντας ἀνδρείκελα, κεκοσμημένα τὸν αὐτὸν ἐκείνοις τρόπον, ἐμβάλλειν εἰς τὸν ποταμὸν, ἔνα δὴ τὸ τῆς ὀττείας ὅ τι δή ποτε ἦν ἐν ταῖς ἀπάντων ψυχαῖς παραμένον ἐξαιρεθῇ, τόν εἰκόνων τοῦ παλαιοῦ πάθους ἔτι σωζομένων. τοῦτο δὲ καὶ μέχρις ἐμοῦ διετέλουν Ῥωμαῖοι δρῶντες ἔτι μικρὸν ὕστερον ἐαρινῆς ἰσημερίας , ἐν μηνὶ Μαίῳ ταῖς καλουμέναις εἰδοῖς, διχομήνιδα βουλόμενοι ταύτην εἶναι τὴν ἡμέραν , ἐν ᾗ προθύσαντες ἱερεῖα τὰ κατὰ τοὺς νόμους οἱ καλούμενοι ποντίφικες, ἱερέων οἱ διαφανέστατοι, καὶ σὺν αὐτοῖς αἱ τὸ ἀθάνατον πῦρ διαφυλάττουσαι παρθένοι , στρατηγοί τε καὶ τῶν ἄλλων πολιτῶν οὓς παρεῖναι ταῖς ἱερουργίαις θέμις, εἴδωλα εἰς μορφὰς ἀνθρώπων εἰκασμένα, τριάκοντα τὸν ἀριθμὸν ἀπὸ τῆς ἱερᾶς γεφύρας βάλλουσιν εἰς τὸ ῥεῦμα τοῦ Τιβέριος, Ἀργείους αὐτὰ καλοῦντες."

Τοσαῦτα μὲν δὴ ταῦτα. καὶ ὁ Διόδωρος δὲ τὰ ὅμοια τούτοις ἐν εἰκοστῇ βίβλῳ τῆς ἱστορικῆς Βι- βλιοθήκης ἱστορεῖ, μετὰ τὴν Ἀλεξάνδρου τοὐ Μακε- δόνος τελευτὴν, ἐπὶ τοῦ πρώτου Πτολεμαίου, περὶ Καρχηδονίων ὑπὸ Ἀγαθοκλέους τοῦ Σικελίας τυράννου πολιορκουμένων, ταῦτα πρὸς λέξιν γράφων

“Ηιτιῶντο δὲ καὶ τὸν Κρόνον αὐτοῖς ἐναντιοῦ- σθαι, καθ’ ὅσον ἐν τοῖς ἔμπροσθεν χρόνοις θύοντες τούτῳ τῷ θεῷ τῶν υἱῶν τοὺς κρατίστους , ὕστερον ὠνούμενοι λάθρα παῖδας, καὶ θρέψαντες ἔπεμπον ἐπὶ τὴν θυσίαν , καὶ ζητήσεως γενομένης εὑρέθησάν [*](20 Διόδωρος] 20, 14.)

v.1.p.191
τινες τῶν καθιερουργημένων ὑποβολιμαἲοι γεγονότες. τούτων δὲ λαβόντες ἔννοιαν, καὶ τοὺς πολεμίους πρὸς τοῖς τείχεσιν ὁρῶντες στρατοπεδεύοντας, ἐδεισιδαιμόνουν ὡς καταλελυκότες τὰς πατρίους τῶν θεῶντιμάς. διορθώσασθαι δὲ τὰς ἀγνοίας σπεύδοντες διακοσίους μὲν τῶν ἐπιφανεστάτων παίδων προκρίναντες ἔθυσαν δημοσίᾳ, ἄλλοι δ᾿ ἐν διαβολαῖς ὄντες ἑκουσίως ἑαυτοὺς ἔδοσαν, οὐκ ἐλάττους ὄντες τριακοσίων. ἦν δὲ παρ᾿ αὐτοῖς ἀνδριὰς Κρόνου χαλκοῦς, ἐκτετακὼς τὰς χεῖρας ὑπτίας ἐκτεταμένας ἐπὶ τὴν γῆν, ὥστε τὸν συντιθέντα τῶν παίδων ἀποκωλύεσθαι καὶ πίπτειν εἴς τι χάσμα πλῆρες πυρός.”

Τοιαῦτα δὴ καὶ οὗτος διὰ τῆς οἰκείας ἱστορίας παρέδωκεν. εἰκότως ἄρα καὶ ἡ παρ᾿ Ἑβραίοις γραφὴ καταμέμφεται τοῖς τὰ τοιαῦτα ζηλώσασι τῶν ἐκ περιτομῆς, φάσκουσα “καὶ ἔθυον τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις· καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι, καὶ ἐμιάνθη ἐν τοῖς ἔργοις αὐτῶν.” ἀλλὰ γὰρ ἡγοῦμαι διὰ τούτων ἀπεληλέγχθαι σαφῶς δαιμονικήν τινα γεγονέναι τὴν παλαιτάτην καὶ πρώτην τῶν ξοάνων ἵδρυσιν, καὶ πάσαν τὴν εἰδωλικὴν τῶν ἐθνῶν θεοποιίαν καὶ δαιμόνων οὐκ ἀγαθῶν, ἀλλὰ πάντα μοχθηροτάτων καὶ φαύλων· ὡς ἐπαληθεύειν τὸ φάσκον ἐν προφητείαις λόγιον “πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια·” τό τε ἀποστολικὸν, δι᾿ οὗ φησιν ὅτι “ἃ θύουσι, δαιμονίοις καὶ οὐ θεῷ θύουσιν.”

ἢ εἴ τί γε ἦν ἀγαθὸν ἐν αὐτοῖς, ὡς διὰ τοῦτο καὶ τῆς τῶν ἀγαθῶν μεταλαχεῖν προσηγορίας, εὐεργετικὸν ἂν ἦν καὶ πάντων σωτή- ριον, φίλον τε δικαιοσύνης καὶ ἀνθρώπων κηδεμονικόν. τοιοῦτον δὲ ὂν πῶς ἀνθρώπων ἔχαιρε σφαγαῖς; πῶς δὲ οὐκ ἀπεῖργε διὰ χρησμῶν τὸ ἀνθρώπειον γέ-

v.1.p.192
νος τοιαῦτα πράττειν; ἦ που χεῖρον ἦν καὶ φαυλότερον ἀνθρώπων, οἵ γε νόμων τιμωρίαις ἐξάντεις τοὺς μαιφόνους κατέστησαν. οὐ γὰρ θεός τις ἦν, ἀλλ᾿ ἄνθρωπος, ὁ τῆς ἀνθρωποθυσίας τὴν χρόνιον καὶ μακρὰν παραλύσας νόσον.

Ὅτι δὲ φαύλων ἦν καὶ πονηρῶν ταῦτα δαιμόνων εἴη ἄν σοι ἔτι μᾶλλον συμφανὲς, εἰ λογίσαιο τὰ τῆς ἐπιρρήτου καὶ ἀκολάστου πορνείας αὐτῶν τῆς ἐν Ἡλίου πόλει τῆς Φοινίκης εἰσέτι νῦν ἐπιτελούμενα καὶ παρὰ πλείστοις ἄλλοις ἀνθρώπων. μοιχείας γοῦν καὶ φθορὰς καὶ παρανόμους ἑτέρας μίξεις ἐπὶ τιμῇ θεῶν, ὥσπερ τι χρέος ὀφειλόμενον, χρῆναί φα- σιν ἐκτελεῖν, καὶ τῆς μοιχιδίου καὶ πορνικῆς πράξεως τοῖς θεοῖς ἀπάρχεσθαι, τῆς ἀκλεοῦς ταύτης καὶ ἀσέμνου ἐμπορίας, ὥσπερ τι χαριστήριον ἀγαθὸν, τοὺς καρποὺς αὐτοῖς ἀνατιθέντας. ὅμοια γὰρ ταῦτα ταῖς ἀνθρωποθυσίαις.

εἰ δὴ οὖν οὐδὲ σώφρονος ἀνδρὸς οἰκεῖον τὸ χαίρειν φόνοις αἰσχρορρημοσύναις τε καὶ παρανόμοις γυναικῶν μίξεσιν, ἐπὶ μισθῷ τὴν ὥραν ἀπεμπολούσαις, πολλοῦ δεῖ φάναι θεῶν ἢ δαι- μόνων εἶναι ἀγαθῶν τὸ ἀποδέχεσθαι τὰ τοιαῦτα. εἰ δὲ δὴ λέγοι τις φαύλων μὲν ὁμολογουμένως εἶναι ταῦτα δαιμόνων, πλὴν ἀλλ᾿ ἑτέρους εἶναι τοὺς ἀγαθοὺς, οὓς δὴ μάλιστα σέβειν αὐτοὺς οἷα σωτῆρας, πευστέον ποῦ ἄρα ἦσαν αὐτοῖς οἱ ἀγαθοὶ σωτῆρες, εἰ δὴ καὶ τούτους ἔσεβον, ὥστε μὴ τοὺς πονηροὺς τοιαῦτα δρῶντας κατὰ τῶν προσφύγων ἀπερύκειν, ποῦ δὲ οἱ ἀγαθοὶ δαίμονες, τοὺς βλαπτικοὺς μὴ ἀπελαύνειν καὶ τοῖς θεραπεύουσι συμμαχεῖν; τί δὲ καὶ περιεφρόνουν παρορῶντες τὸ λογικὸν καὶ θεοφιλὲς ἀνθρώπων γένος τῇ τῶν φαύλων δαιμόνων ὠμότητι κατατρυχόμενον, οὐχὶ δὲ ἄντικρυς τοῖς πᾶσι προεκή-

v.1.p.193
ρυττον ἀμεταστρεπτὶ φεύγειν καὶ ἀποτρέπεσθαι πάντα θεὸν ὀνομαζόμενον ὡς οὐ θεὸν, ἀλλὰ φαῦλον δαίμονα, ᾧ τὰ ὠμὰ καὶ ἀπάνθρωπα καὶ παράνομα καὶ αἰσχρὰ φίλα τυγχάνει;

καὶ εἴτε τις ἦν πάλαι πρότερον ἐν Ῥόδῳ νενομισμένος θεὸς χαίρων ἀνθρω- ποθυσίαις , τοῦτον ὁ ἀληθὴς θεὸς , εἴ τις ἦν ἄρα τὴν πρᾶξιν ἐπισχὼν, οὐ θεὸν, ἀλλὰ φαῦλον ἡγεῖσθαι δαίμονα τοῖς πάσι προεκήρυξεν , εἴτε ἐν Σαλαμῖνι τῇ πρότερον Κορωνείᾳ ὀνομαζομένῃ , ἐν ᾑ ἐν μηνὶ κατὰ Κυπρίους Ἀφροδισίῳ ἐθύετο ἄνθρωπος , καὶ τοῦτον ὁ ἀληθὴς θεὸς ἀπέφηνεν ἂν ἀλιτήριον εἶναι δαίμονα, παύσας ὡς ἀσεβὲς καὶ ἀνόσιον τὸ γινόμενον;

εἰ δὲ καὶ ἐν Ἠλίου πόλει τῆς Αἰγύπτου τὸν τῆς ἀνθρωποκτονίας νόμον Ἄμωσις ἔλυσε, πολὺ κρείττονα τοῦ θεοῦ τὸν ἄνθρωπον ὁ ἀληθὴς θεὸς ἐδίδα- ξεν ἂν γεγονέναι· οὐ γὰρ θεὸς, δαίμων δὲ πάλιν κἀκεῖνος ἦν ὁ κατάρχων τῆς ἀνθρωποκτονίας. οὐκ ἂν δὲ ὁ ἀληθὴς θεὸς καὶ τὸν τῆς Ἥρας δαίμονα οὐχὶ μιαρὸν ἡγεῖσθαι δεῖν ἐνομοθέτησεν, ᾡ τῆς ἡμέρας ἑκάστης τρεῖς ἀνθρώπους θύεσθαι παρέστησεν ἡ ἱστορία.

τί δ’ ἂν γένοιτο δαιμονικώτερον ἀληθῶς θῶς τοῦ καλουμένου Ὠμαδίου Διονύσου. ᾧ φασιν ἐν Χίῳ ἄνθρωπον μελιστὶ διασπῶντας θύειν, ἢ τοῦ ἐν Τενέδῳ ὡσαύτως , ὃν καὶ αὐτὸν διὰ τῆς ἀνθρωποθυσίας ἱλάσκοντο; ἀπηγόρευσε δ’ ἂν ὁ ἀληθὴς θεὸς καὶ τῷ Ἄρει τῷ βροτολοιγῷ καὶ φιλοπολέμῳ δαίμονι θύειν ἄνθρωπον, ἐνομοθέτησε δ’ ἂν μήτε τῶν οἰκείων μήτε τῶν ἀλλοτρίων τὰ φίλτατα κατα- σφάττειν αὐτῷ.

εἰ δὲ καὶ τῇ Ἀθηνᾷ κατ’ ἔτος παρθένος, ὥς φασιν, ἐθύετο ἐν Λαοδικείᾳ τῇ κατὰ Συρίαν, καὶ ταύτην εἰπεῖν πονηρὸν δαίμονα οὐκ ἂν ἐφυλάξατο ὁ ἀληθὴς θεός· ὡς καὶ τὸν ἐν Λιβύῃ τοῖς

v.1.p.194
ὁμοίοις χαίροντα καὶ τὸν ἐπὶ τῆς Ἀραβίας, ᾧ καὶ αὐτῷ κατ᾿ ἔτος ἕκαστον ἔθυον παῖδα, ὂν καὶ ὑπὸ βωμὸν ἔθαπτον.