Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
‘‘Πόρρω δὲ τῶν περὶ τὰς θυσίας ἀπαρχῶν τοῖς ἀνθρώποις προιουσῶν παρανομίας ἡ τῶν δεινο- τάτων θυμάτων παράληψις ἐπεισήχθη ὠμότητος πλήρης, ὡς δοκεῖν τὰς πρόσθεν λεχθείσας καθ’ ἡμῶν ἀρὰς νῦν τέλος εἰληφέναι, σφαξάντων τῶν ἀνθρώπων καὶ τοὺς βωμοὺς αἱμαξάντων , ἀφ’ οὗ λιμῶν τε καὶ πολέμων πειραθέντες αἱμάτων ἥψαντο. τοιγαροῦν τὸ δαιμόνιον, ὥς φησιν ὁ Θεόφραστος , τούτων ἐκατέρων νεμεσῆσαν, ἐπιθεῖναι τὴν πρέπουσαν ἔοικε τιμωρίαν· καθὸ οἶ μὲν ἄθεοι γεγόνασι τῶν ἀνθρώπων, οἶ δὲ κακόφρονες μᾶλλον ἢ κακόθεοι λεχθέντες ἂν ἐν δίκῃ, διὰ τὸ φαύλους καὶ μηδὲν ἡμῶν βελτίους ἡγεῖσθαι τὴν φύσιν εἶναι τοὺς θεούς. οὕτως οἱ μὲν ἄθυτοι φαίνονται γενέσθαι τινὲς, οἱ δὲ κακόθυτοι καὶ παρανόμων ἁψάμενοι θυμάτων. "
Πάλιν δὲ ὁ αὐτὸς προστίθησι καὶ ταῦτα
Ὡν δὴ τοῦτον ἐχόντων τὸν τρόπον, εἰκότως ὁ Θεόφραστος ἀπαγορεύει μὴ θύειν τὰ ἔμψυχα τοὺς τῷ ὄντι εὐσεβεῖν ἐθέλοντας , χρώμενος καὶ τοιαύταις ἄλλαις αἰτίαις."
Καὶ ἐπιλέγει
" Καὶ μὴν θύειν δεῖ ἐκεῖνα ἃ θύοντες οὐδένα πημανοῦμεν· οὐδὲν γὰρ ὡς τὸ θῦμα ἀβλαβὲς εἶναι
ϋντέον.”
“Ωστε καὶ τών ζώων εΐ άπαρκτέον, αυτά &εοΐς τούτων τινός ε'νεκα δντέον' καϊ γαρ α Ονομεν, τούτων τινός ε'νεκα 9νομεν. αρ' ονν τιμής ήγήσαιτ' αν τις τνγχάνειν ημών, ηεός, όταν άδικονντες εν- νς δια τής απαρχής φαινώμεθα, ή μάλλον άτιμίαν οΐήβαιτ' άν τό τοιούτο δραν; έν τωδέ γε ύειν άναι- ρονντες τά μηδέν άδικονντα τών ζώων άδικήσειν ομολογονμεν' ώΰτε τιμής μίν ε'νεκα ον 9ντέον τών λοιπών ζώων ονδέν' ον μην ονδΐ τών ενεργεβιών χάριν αύτοϊς άποδιδόντας. ό γαρ την δικαίαν άμοι- β ην τής ενεργεσίας καϊ τής ενποιίας τό αντάξιον άποδιδονς ουκ έκ τον κακώς τινάς δράν οφείλει ταύτα
ἀλλ’ οὐδὲ χάριν τινὸς ἕνεκα τῶν ἀγαθῶν. ὁ γὰρ ἀδίκῳ πράξει τὸ παθεῖν εὑ θηρεύων ὕποπτός ἐστι μηδὲ εὖ παθὼν χάριν ἕξειν. ὥστε οὐδὲ ἐλπιζομένης εὐεργεσίας θυτέον ἐστὶ τοῖς θεοῖς τὰ ζῷα. καὶ γὰρ δὴ τῶν μὲν ἀνθρώπων λάθοι τις ἂν ἴσως τινὰ τοῦτο πράττων, τὸν δὲ θεὸν ἀμήχα- νον καὶ λαθεῖν. εἰ τοίνυν θυτέον μὲν τούτων τινὸς ἕνεκα, οὐδενὸς δὲ τούτων χάριν αὐτὸ πρακτέον, δῆλον ὡς οὐ θυτέον ἐστὶ τὰ ζῷα τὸ παράπαν τοῖς θεοῖς."
Καὶ πάλιν ἐπιλέγει
Τοῖς μὲν γὰρ ἥ τε φύσις καὶ πᾶσα τῶν ἀνθρώπων ἡ τῆς ψυχῆς αἴσθησις δρωμένοις συνηρέσκετο,
Καὶ μεθ’ ἕτερα
“Ὅταν γε νέος θεοὺς χαίρειν πολυτελείαις γνῷ, καὶ, ὥς φασι, ταῖς τῶν βοῶν καὶ ἄλλων ζώων θοίναις, πότ’ ἂν ἑκὼν σωφρονήσειε ; πῶς δὲ κεχαρισμένα θύειν ἡγούμενος τοῖς θεοῖς ταῦτα οὐκ ἐξεῖναι ἀδικεῖν οἰήσεται αὐτῷ μέλλοντι διὰ τῶν θυσιῶν ἐξωνεῖσθαι τὴν ἁμαρτίαν ; πεισθεὶς δὲ ὅτι τούτων χρείαν οὐκ ἔχουσιν οἱ θεοὶ, εἰς δὲ τὸ ἦθος ἀποβλέπουσι τῶν προσιόντων , μεγίστην θυσίαν λαμβάνοντες τὴν ὀρ- θὴν περὶ αὐτῶν τε καὶ τῶν πραγμάτων διάληψιν, πῶς οὐ σώφρων καὶ δίκαιος καὶ ὅσιος ἔσεται ;
θεοῖς δὲ ἀρίστη μὲν ἀπαρχὴ νοῦς καθαρὸς καὶ ψυχὴ ἀπα- θής· οἰκεῖον δὲ καὶ τὸ μετρίων μὲν ἀπάρχεσθαι τῶν ἄλλων, μὴ παρέργως δὲ, ἀλλὰ σὺν πάσῃ προθυμίᾳ.
Σαφῶς δὴ διὰ τούτων κατὰ τοὺς Ἕλληνας καὶ τοὺς τούτων φιλοσόφους ὡμολογήθη ὅτι οὐδὲν ἔμψυχον τυθείη ἂν εὐλόγως τοῖς θεοῖς· ἀνόσιον γὰρ καὶ ἄδικον καὶ ἐπιβλαβὲς εἶναι τὸ πρᾶγμα, οὐκ ἀλ- λότριόν τε μύσους. οὐκ ἦν ἄρα θεὸς, οὐδέ τις ἀψευ- δὴς καὶ ἀγαθὸς δαίμων, ὁ τὰς δι’ αἱμάτων λοιβάς τε καὶ κνίσας μικρῷ πρόσθεν εἰσπραττόμενος χρησμῳδός· δός· οὐδ’ ἐκεῖνοι πάντες οἶς ὁ χρησμὸς θύειν ζῷα παρεκελεύσατο. πλάνον ἄρα καὶ ἀπατεῶνα καὶ πονηρὸν ἄντικρυς δαίμονα χρὴ φάναι τὸν καταψευσάμενον, καὶ θεοὺς τοὺς μὴ ὄντας ἀνειπόντα, καὶ προσ- τάξαντα μὴ μόνον τοῖς χθονίοις καὶ καταχθονίοις, ἀλλὰ καὶ τοῖς οὐρανίοις καὶ αἰθερίοις καὶ ἀστραίοις ζῳοθυτεῖν. τίνας οὖν εἰ μὴ θεοὺς τοὺς εἰρημένους ἅπαντας προσήκοι ἂν ὑπολαμβάνειν αὐτὸς πάλιν ὁ συγγραφεὺς διηγήσεται διὰ τούτων