Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Οὕτως τοίνυν μάλιστα ἄν τις, οἶμαι, τὴν προσήκουσαν ἐπιμέλειαν ποιοῖτο τοῦ θείου, τυγχάνοι τε αὐτόθεν ἵλεῶώ τε καὶ εὐμενοῦς αὐτοῦ παρ᾿ ὅντινα οὖν μόνος ἀνθρώπων, εἰ θεῷ μὲν, ὃν δὴ πρῶτον ἔφαμεν, ἑνί τε ὄντι κεχωρισμένῳ πάντων, μεθ᾿ ὃν γνωρίζεσθαι τοὺς λοιποὺς ἀναγκαῖον, μὴ θύοι τι τὴν ἀρχὴν, μήτε ἀνάπτοι πῦρ, μήτε καθόλου τι τῶν αἰσθητῶν ἐπονομάζοι· (δεῖται γὰρ οὐδενὸς οὐδὲ παρὰ τῶν κρειττόνων ἤπερ ἡμεῖς, οὐδ᾿ ἔστιν ὃ τὴν ἀρχὴν ἀνίησι γῆ φυτὸν, ἢ τρέφει ζῷον, ἢ ἀὴρ, ᾧ μὴ πρόσ-

v.1.p.177
εστί γέ τι μίασμα ·) μόνῳ δὲ χρῷτο πρὸς αὐτὸν ἀεὶ τῷ κρείττονι λόγῳ, λέγω δὲ τῷ μὴ διὰ στόματος ἰόντι, καὶ παρὰ τοῦ καλλίστου τῶν ὄντων διὰ τοῦ καλλί- στου τῶν ἐν ἡμῖν αἰτοίη τἀγαθά· νοῦς δέ ἐστιν οὑτος, ὀργάνου μὴ δεόμενος. οὐκοῦν κατὰ ταῦτα ούδαμῶς τῷ μεγάλῳ καὶ ἐπὶ πάντων θεῷ θυτέον."

Τούτων δὲ ὧδε ἐχόντων θέα δὴ λοιπὸν ὁποῖα περὶ τοῦ ζῳοθυτεῖν ὁ πρότερος ἱστορεῖ συγγραφεὺς, μάρτυρα τοῦ λόγου τὸν Θεόφραστον ἀνακαλούμενος ·