Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ἀλλὰ γὰρ τοιαῦτα καὶ τὰ παρ’ Αἰγυπτίοις, ἃ καὶ παλαίτερα τῶν Ἑλληνικῶν ἁπάντων μνημονεύεται. ἔχεις τοιγαροῦν πρὸς τῇ μυθικῇ καὶ τὴν φυσικωτέραν θεολογίαν Ἑλλήνων ὁμοῦ καὶ Αἰγυπτίων, τῶν πάλαι τὴν πολύθεον δεισιδαιμονίαν συστησαμένων, παρ’ οἷς ὅτι μηδέν τι τῶν ἀληθῶς θείων ἀσωμάτων τε καὶ νοερῶν οὐσιῶν ἐγνωρίζετο μεμάθηκας.

πλὴν ἀλλὰ δεδόσθω καὶ συγκεχωρήσθω τουτοισὶ τοῖς μετεωρολέσχαις λέγειν ἀληθῆ, καὶ ἐπιτυγχάνειν ἐν τῇ τῶν ἀλληγορουμένων φυσιολογίᾳ γινέσθω τε αὐτοῖς ὁ ἥλιος ποτὲ μὲν ᾿Απόλλων, c καὶ πάλιν Ὦρος, καὶ Ὄσιρις πάλιν ὁ αὐτὸς, καὶ μυρία ἄλλα ὅσα καὶ θέλοιεν· ὥσπερ οὖν καὶ ἡ σελήνη, ἢ Ἶσις ἢ Ἄρτεμις, καὶ ὅσα ἄν τις ἐξαριθμεῖν βούλοιτο ·

μὴ γὰρ ἔστω ταῦτα θνητῶν ἀνδρῶν, ἀλλ’ αὐτῶν τῶν ἐπουρανίων φωστήρων σημαντικαὶ προσηγορίαι· τὸν ἥλιον ἄρα καὶ τὴν σελήνην καὶ

v.1.p.117
τοὺς ἀστέρας καὶ τὰ λοιπὰ τοῦ κόσμου μέρη ὡς θεοὺς προσκυνητέον.

καὶ ταύτῃ τοιγαροῦν ἡ γενναία τῶν Ἑλλήνων φιλοσοφία ὥσπερ διὰ μηχανῆς πέφηνεν εἰς ὕψος μὲν ἀνάγουσα τὴν ἐπαγγελίαν τοῦ λό- γου, κάτω δὲ περιστρέφουσα ἀμφὶ τὴν αἰσθητὴν καὶ φαινομένην τοῦ θεοῦ δημιουργίαν τὴν τῶν σοφῶν διάνοιαν, καὶ πλέον οὐδὲν ἀλλ᾿ ἢ πῦρ καὶ τὴν θερμὴν οὐσίαν, τά τε μέρη τοῦ κόσμου, διὰ τῶν οὐρανίων φωστήρων, ἔστω δὲ καὶ τὴν ὑγρὰν καὶ τὴν ξηρὰν καὶ τὴν σύγκρασιν τῶν σωμάτων θειάζουσα.

πῶς οὖν οὐ μέγα καὶ θαυμάσιον τὸ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ τοῦ θεοῦ εὐαγγέλιον, πᾶν γένος ἀνθρώπων παιδεῦον τὸνἡλίου καὶ σελήνης θεὸν καὶ δεσπότην καὶ δημιουργὸν τοῦ σύμπαντος κόσμου, αὐτὸν τὸν ἀνωτάτω καὶ ἐπέκεινα τῶν ὅλων, ταῖς προσηκούσαις ἐννοίαις εὐσεβεῖν;