Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ταῦτ’ οὖν σέβονται τὰ μέτοχα, καὶ μάλιστα πλέον τούτων ἐσέφθησαν τὰ ὡς ἐπὶ πλέον τῶν ἱερῶν μετέχοντα. τοιαῦτα δὲ πάντα τὰ ζῷα, ἐπεὶ καὶ ἄνθρωπον σέβουσι κατὰ Ἄναβιν κώμην, ἐν ᾗ καὶ τούτῳ θύεται καὶ ἐπὶ τῶν βωμῶν τὰ ἱερὰ ἐκκάεται·

ὁ δὲ μετ’ ὀλίγον c φάγοι ἂν τὰ ἴδια αὐτῷ ὡς ἀνθρώπῳ παρεσκευασμένα. ὡς οὖν ἀνθρώπου ἀφεκτέον, οὕτω καὶ τῶν ἄλλων.

ἔτι δὲ ἐκ περιττῆς σοφίας καὶ τῆς περὶ τὸ θεῖον συντροφίας κατέλαβόν τισι τῶν θεῶν προσφιλῆ τῶν ζῴων τινὰ μᾶλλον ἀνθρώπων , ὡς ἡλίῳ ἱέρακα, σύμπασαν μὲν τὴν φύσιν ἐξ αἵματος ἔχοντα καὶ πνεύ-

v.1.p.115
μάτος , οἰκτείροντα δὲ καὶ ἄνθρωπον, καὶ κωκύοντα ἐπὶ νεκρῷ κειμένῳ, γῆν τε ἐπαμώμενον.

Καὶ μετὰ βραχέα φησίν

‟ Κάνθαρον δὲ ἀμαθὴς μὲν βδελυχθείη ἂν ἀγνώμων ὑπάρχων τῶν θείων, Αἰγύπτιοι δὲ ἐσέφθησαν ὡς εἰκόνα ἡλίου ἔμψυχον. κάνθαρος γὰρ πᾶς ἄρρην, καὶ ἀφιεὶς τὸν θορὸν ἐν τέλματι καὶ ποιήσας σφαιροειδῆ , τοῖς ὀπισθίοις ἀνταναφέρει ποσὶν, ὡς ἥλιος οὐρανὸν καὶ περίοδον ἡμερῶν ἐκδέχεται σεληνιακήν.

οὕτω δὲ καὶ περὶ κριοῦ τι φιλοσοφοῦσι, καὶ ἄλλο τι περὶ κροκοδείλου, περί τε γυπὸς καὶ ἴβεως, καὶ ὅλως καθ’ ἕκαστον τῶν ζῴων · ὡς ἐκ φρονήσεως καὶ τῆς ἄγαν θεοσοφίας ἐπὶ τὸ σέβας ἐλθεῖν καὶ τῶν ζῴων.’’