Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟ Τούτους δὲ τοὺς θεοὺς, τὸν Ἥλιον, φασὶ, καὶ τὴν Σελήνην, Ὄσιριν ὄντας κατ’ Αἰγυπτίους καὶ ᾿Ισιν, τὸν σύμπαντα κόσμον διοικεῖν τρέφοντάς τε καὶ αὔξοντας πάντα τριμερέσιν ὥραις, ἀοράτῳ κινήσει τὴν περίοδον ἀπαρτιζούσαις , τῇ τε ἐαρινῇ καὶ θερινῇ καὶ χειμερινῇ· ταύτας δὲ ἐναντιωτάτην ἀλλήλαις τὴν φύσιν ἐχούσας ἀπαρτίζειν τὸν ἐνιαυτὸν ἀρίστῃ συμφωνίᾳ.

φύσιν δὲ συμβάλλεσθαι πλείστην εἰς τὴν τῶν ἀπάντων ζωογονίαν τῶν θεῶν τούτων, τὸν μὲν πυρώδους καὶ πνεύματος, τὴν δὲ ὑγροῦ καὶ ξηροῦ, κοινῇ δ’ ἀμφοτέρους ἀέρος· καὶ διὰ τούτων πάντα γεννᾶσθαι καὶ τρέφεσθαι. διὸ καὶ τὸ μὲν ἅπαν σῶμα τῆς τῶν ὅλων φύσεως ἑ ’ξ ἡλίου καὶ σελήνης ἀπαρτίζεσθαι, τὰ δὲ τούτων μέρη πέντε τὰ προειρημένα , τὸ πνεῦμα καὶ τὸ πῦρ καὶ τὸ ξηρὸν, ἔτι δὲ τὸ ὑγρὸν, καὶ τὸ τελευταῖον τὸ ἀερῶδες, ὥσπερ ἐπ’ ἀνθρώπου κεφαλὴν καὶ χεῖρας καὶ πόδας καὶ τὰ ἄλλα μέρη καταριθμοῦμεν, τὸν αὐτὸν τρόπον τὸ σῶμα τοῦ κόσμου συγκεῖσθαι πᾶν ἐκ τῶν προειρημένων.

τούτων δ’ ἕκαστον θεὸν νομίσαι, καὶ προσηγορίαν ἰδίαν ἑκάστῳ θεῖναι κατὰ τὸ οἰκεῖον, τοὺς πρώτους διαλέκτῳ χρησαμένους διηρθρωμένῃ τῶν κατ’ Αἴγυπτον ἀνθρώπων. τὸ μὲν οὖν πνεῦμα Δία προσαγορεῦσαι μεθερμηνευομένης τῆς λέξεως · ὃν αἴτιον ὄντα τοῦ ψυχικοῦ τοῖς ζῴοις ἐνόμισαν ὑπάρχειν πάντων οἱονεί τινα πατέρα.

συμφωνεῖν δὲ τούτοις φασὶ καὶ τὸν ἐπιφανέστατον τῶν παρ’ Ἕλλησι ποιητῶν ἐπὶ τοῦ θεοῦ τοῦτο λέγοντα , πατὴρ ἀνδρῶν τε θεῶν τε.᾿ τὸ δὲ πῦρ μεθερμηνευόμενον Ἥφαιστον ὀνομάσαι, νομίσαντας μέγαν εἶναι θεὸν καὶ πολλὰ

v.1.p.108
συμβάλλεσθαι πᾶσιν εἰς γένεσίν τε καὶ τελείαν αὔξησιν. τὴν δὲ γῆν ὥσπερ ἀγγεῖόν τι τῶν φυομένων ὑπολαμβάνοντας μητέρα προσαγορεῦσαι· καὶ τοὺς Ἕλληνας δὲ ταύτην παραπλησίως Δήμητρα καλεῖν, βραχὺ μετατεθείσης διὰ τὸν χρόνον τῆς λέξεως.

τὸ γὰρ παλαιὸν ὀνομάζεσθαι γῆν μητέρα, καθάπερ καὶ τὸν Ὀρφέα προσμαρτυρεῖν λέγοντα,

  • Γῆ μήτηρ πάντων, Δημήτηρ πλουτοδότειρα.
  • τὸ δ’ ὑγρὸν ὀνομάσαι λέγουσι τοὺς παλαιοὺς ὠκεανὸν, ὃ μεθερμηνευόμενον μὲν εἶναι τροφῆς μητέρα, παρ’ ἐνίοις δὲ τῶν Ἑλλήνων ὠκεανὸν ὑπάρχειν ὑπειλῆφθαι, περὶ οὑ καὶ τὸν ποιητὴν λέγειν
  • Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν.
  • οἶ γὰρ Αἰγύπτιοι νομίζουσιν ὠκεανὸν εἶναι τὸν παρ’ αὐτοῖς ποταμὸν Νεῖλον , πρὸς ᾧ καὶ τὰς τῶν θεῶν γενέσεις ὑπάρξαι. τῆς γὰρ πάσης οἰκουμένης κατὰ μόνην τὴν Αἴγυπτον εἷναι πόλεις πολλὰς ὑπὸ τῶν ἀρχαίων θεῶν ἐκτισμένας· οἶον Δῖός, Ἡλίου, Ἑρμοῦ, Ἀπόλλωνος, Πανὸς, Εἰληθυίας, ἄλλων πλειόνων.

    τὸν δὲ ἀέρα προσαγορεῦσαί φασιν Ἀθηνᾶν, μεθερμηνευομένης τῆς λέξεως, καὶ Δῖός θυγατέρα γε νομίσαι ταύτην, καὶ παρθένον ὑποστήσασθαι διά τε τὸ ἄφθορον εἶναι φύσει τὸν ἀέρα καὶ τὸν ἀκρότατον ἐπέχειν τόπον τοῦ σύμπαντος κόσμου · διόπερ ἐκ τῆς κορυφῆς τοῦ Δῖός μυθολογηθῆναι γενέσθαι ταύτην. ὠνομάσθαι δὲ αὐτὴν καὶ τριτογένειαν ἀπὸ τοῦ τρὶς μεταβάλλειν τὴν φύσιν αὐτῆς κατ’ ἐνιαυτὸν, ἔαρος καὶ θέρους καὶ χειμῶνος.

    λέγεσθαι δὲ αὐτὴν καὶ γλαυκῶπιν, οὐχ ὥσπερ ἔνιοι τῶν Ἑλλήνων ὑπέλαβον ἀπὸ τοῦ τοὺς ὀφθαλμοὺς γλαυκοὺς ἔχειν · τοῦτο μὲν γὰρ εὔηθες ὑπάρχειν· ἀλλὰ ἀπὸ τοῦ τὸν ἀέρα τὴν

    v.1.p.109
    πρόσοψιν ἔχειν ἔγγλαυκον. φασὶ δὲ τοὺς πέντε θεοὺς τοὺς προειρημένους τὴν πᾶσαν οἰκουμένην ἐπιτορεύεσθαι φανταζομένους τοῖς ἀνθρώποις ἐν ἱερῶν ζῴων μορφαῖς, ἔστι δ’ ὅτε καὶ εἰς ἀνθρώπων ἰδέας ἤ τινων ἄλλων μεταβάλλοντας.

    καὶ τοῦτο μὴ μυθῶδες ὑπάρχειν, ἀλλὰ δύνατον εἴπερ οὗτοι πρὸς ἀλήθειάν εἰσιν οἶ πάντα γεννῶντες. καὶ τὸν ποιητὴν δ’ εἰς Αἴγυπτον παραβαλόντα καὶ μετασχόντα παρὰ τῶν ἱερέων τῶν τοιούτων λόγων, θεῖναί που κάτα ποίησιν τὸ προειρημένον ὡς γινόμενον,

  • Καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι
  • παντοῖοι τελέθοντες ἐπιστρωφῶσι πόληας,
  • ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐσορῶντες.
  • περὶ μὲν οὑν τῶν ἐν οὐρανῷ θεῶν καὶ γένεσιν ἀίδιον ἐσχηκότων τοσαῦτα λέγουσιν Αἰγύπτιο.”

    Ἄλλους δὲ ἐκ τούτων ἐπιγείους γενέσθαι φασὶν, ὑπάρξαντας μὲν θνητοὺς, διὰ δὲ σύνεσιν καὶ κοινὴν ἀνθρώπων εὐεργεσίαν τετευχότας τῆς ἀθανασίας, ὧν ἐνίους καὶ βασιλεῖς γεγονέναι κατὰ τὴν Αἴγυπτον. μεθερμηνευομένων δ’ αὐτῶν τινὰς μὲν ὁμωνύμους ὑπάρχειν τοῖς οὐρανίοις, τινὰς δὲ ἰδίαν ἐσχηκέναι προσηγορίαν , Ἥλιον τε καὶ Κρόνον καὶ Ρέαν, ἔτι δὲ Δία τὸν ὑπό τινων Ἄμμωαν προσαγορευόμενον, πρὸς δὲ τούτοις Ἥραν καὶ Ἥφαιστον, ἔτι δὲ Ἑστίαν, καὶ τελευταῖον Ἑρμῆν. καὶ πρῶτον μὲν Ηλιον βασιλεῦσαι τῶν κατ’ Αἴγυπτον , ὄντα τῷ κατ’ οὐρανὸν ἄστρῳ.”

    Ταῦτα μὲν οὖν ὁ δηλωθεὶς συγγραφεύς. καὶ ὁ Πλούταρχος δὲ ἐν τῷ Περὶ τῶν κατὰ τὴν ᾿Ισιν αὐτοῦ συγγράμματι τάδε γράφει κατὰ λέξιν

    [*](29 Πλούταρχος] Mor. p. 363 D.)
    v.1.p.110

    ‟ Ἀπ’ ἄλλης δὲ ἀρχῆς τῶν φιλοσοφώτερόν τι λέγειν δοκούντων τοὺς ἁπλουστάτους σκεψώμεθα πρῶτον. οὗτοι δ’ εἰσὶν οἱ λέγοντες, ὥσπερ Ἕλληνες Κρόνον ἀλληγοροῦσι τὸν χρόνον, Ἥραν δὲ τὸν ἀέρα, γένεσιν δὲ Ἡφαίστου τὴν εἰς τὸ πῦρ ἀέρος μεταβολὴν, οὕτω παρ’ Αἰγυπτίοις Νεῖλον εἶναι τὸν Ὄσιριν, Ἴσιδι συνόντα τῇ γῇ, Τυφῶνα δὲ τὴν θάλασσαν, εἰς ἣν ὁ Νεῖλος ἐμπίπτων ἀφανίζεται.”

    Ταῦτα καὶ τὰ τοιαῦτα εἰπὼν πάλιν εἰς δαίμονας ἀναφέρει τοὺς περὶ τῶν δηλουμένων θεῶν μύθους, καὶ πάλιν ἄλλως ἀποδίδωσι, καὶ αὖθις ἑτέρως ἀλληγορῶν.

    ἦν δ’ ἂν κατὰ λόγον πυθέσθαι ὁποτέρων θεῶν τὰ ξόανα τὰς ἐντετυπωμένας μορφὰς σώζειν φήσουσιν. πότερα δαιμόνων ; ἀλλὰ πυρὸς καὶ ἀέρος καὶ γῆς καὶ ὕδατος , ἢ ἀνδρῶν καὶ γυναικῶν εἰκόνας, καὶ ζῴων ἀλόγων καὶ θηρίων σχήματα;

    ἐπεὶ γὰρ καὶ πρὸς αὐτῶν συγκεχώρηται ὁμωνύμως ἡλίῳ καὶ τοῖς καθόλου στοιχείοις θνητούς τινας ἄνδρας γεγονέναι, καὶ τούτους θεοὺς ἀνηγορεῦσθαι, τίνων εἰκὸς ἂν εἴη μορφὰς καὶ εἰκόνας λέγειν τὰς έν τοῖς ἀψύχοις ξοάνοις γλυφάς; πότερον τῶν καθόλου στοιχείων, ἢ, ὅπερ καὶ τὸ ἐναργὲς τῆς ὄψεως ἐπιδείκνυσι, τῶν ἐν νεκροῖς κειμένων θνητῶν;

    ἀλλ’ εἰ καὶ αὐτοὶ μὴ λέγοιεν , ὅ γέ τοι ἀληθὴς λόγος βοᾷ καὶ κέκραγε, μονονουχὶ φωνὴν ἀφιεὶς, θνητοὺς ἄνδρας μαρτυρῶν γεγονέναι τοὺς δηλουμένους. ὁ δὲ Πλούταρχος καὶ τῶν σωμάτων αὐτῶν ἐκ περιουσίας ’τον ποῖον ὑπογράφει του σχήματος χαρακτῆρα, έν τοῖς Περὶ τῆς Ἴσιδος καὶ τῶν Αἰγυπτίων θεῶν ὧδέ πως λέγων

    ‟ Ἱστοροῦσι γὰρ Αἰγύπτιοι τὸν μὲν ῾Ερμῆν [*](31 ῾Ιστοροῦσι — ] Plutarch. Mor. p. 359 E.)

    v.1.p.111
    τῷ σώματι γενέσθαι γαλιάγκωνα, τὸν δὲ Τυφῶνα τῇ χροιᾷ πυρρὸν, λευκὸν δὲ τὸν Ἄρην, καὶ μελάγχρουν τὸν Ὄσιριν, ὡς τῇ φύσει γεγονότας ἀνθρώπους.”

    Ταῦτα καὶ ὁ Πλούταρχος. νεκρῶν ἄρα ἡ πᾶσα αὐτῶν θεοποιία καθέστηκε· πέπλασται δ’ αὐτοῖς τὰ τῆς φυσιολογίας. τί γὰρ ἐχρῆν ἀνδρῶν καὶ γυναικῶν σχήματα ζωοπλαστεῖν, παρὸν καὶ δίχα τούτων ἥλιον σέβειν καὶ σελήνην, καὶ τὰ λοιπὰ τοῦ κόσμου στοιχεῖα;

    ποτέροις δὲ τούτων καὶ ἐκ τίνων ἀρξάμενοι τὰς τοιάσδε προσηγορίας ἐπεφήμισαν ; οἷον, λέγω τὸν Ἥφαιστον καὶ τὴν Ἀθηνᾶν, Δία τε καὶ Ποσειδῶνα καὶ Ἥραν. ἆρα γὰρ ταῦτα τῶν καθόλου στοιχείων πρότερον ὄντα ὀνόματα δεύτερον αὐτὰ τοῖς θνητοῖς ὁμωνύμως τοῖς οὐρανίοις ἐπιτεθείκασιν, ἢ τοὔμπαλιν ἐκ τῆς παρ’ ἀνθρώποις ἐπικλήσεως τὴν μεταφορὰν ἐπὶ τὰς οὐσίας πεποίηνται;

    καὶ τί χρὴ θνηταῖς προσηγορίαις τὰς καθόλου φύσεις ἐπιφημίζειν ; τὰ δὲ καθ᾿ ἕκαστον θεὸν μυστήρια, οἵ τε ὕμνοι καὶ αἷ ᾠδαὶ καὶ τῶν τελετῶν τὰ ἀπόρρητα , πότερον τῶν καθόλου στοιχείων , ἢ τῶν πάλαι θνητῶν ἀνδρῶν τῶν τοῖς θεοῖς ὁμωνύμων ἐπάγονται τὰ σύμβολα;

    ἀλλὰ γὰρ πλάνας καὶ μέθας καὶ ἔρωτας φθοράς τε γυναικῶν καὶ ἀνδρῶν ἐπιβουλὰς καὶ μυρία ἄττα, θνητὰ ὡς ἀληθῶς καὶ αἰσχρὰ καὶ ἄσεμνα , πῶς ἄν τις ἀναθείη τοῖς καθόλου στοιχείοις, αὐτόθεν τὸ θνητὸν καὶ ἀνθρωποπαθὲς ἐπενηνεγμένα;