Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ταῦτα μὲν ὁ Πλούταρχος. ἡμεῖς δὲ ἐκ τῶν παρατεθεισῶν αὐτῷ φωνῶν ὡς ἄρα καὶ ἡ θαυμαστὴ καὶ ἀπόρρητος φυσιολογία τῆς Ἑλληνικῆς θεολογίας θεῖον μὲν οὐδὲν, οὐδέ τι μέγα καὶ θεοπρεπὲς καὶ τῆς ἀνατάσεως ἄξιον ἐπήγετο.

ἀκήκοας γὰρ τὴν Ἥραν, τοτὲ μὲν γαμήλιον ἀναγορευομένην καὶ τὴν ἀνδρὸς καὶ γυναικὸς συμβίωσιν δηλοῦσαν, τοτὲ δὲ τὴν γῆν πάλιν Ἥραν ὁνομαζομένην, τοτὲ δὲ τὴν ὑγρὰν οὐσίαν, τὸν δὲ Διόνυσον εἰς τὴν μέθην μετενηνεγμένον , εἰς νύκτα δὲ τὴν Λητὼ, καὶ τὸν ἥλιον εἰς Ἀπόλλωνα, καὶ αὐτὸν δὲ τὸν Δία εἰς τὴν θερμὴν καὶ πυρώδη δύναμιν.

οὐκοῦν πρὸς τῇ τῶν μύθων ἀπρεπείᾳ καὶ ἡ δοκοῦσα σεμνοτέρα διήγησις καὶ φυσιολογία οὐκ ἐπί τινας οὐρανίους νοερὰς καὶ θείας δυνάμεις οὐδ’ ἐπὶ λογικὰς καὶ ἀσωμάτους ἀνῆγεν οὐσίας, κάτω δὲ πάλιν καὶ

v.1.p.106
αὐτὴ εἰς μέθας καὶ γάμους καὶ ἀνθρώπεια πάθη, εἴς τε πῦρ καὶ γῆν καὶ ἥλιον καὶ τὰ λοιπὰ τῆς ὕλης στοιχεῖα κατέστρεφε τὰ μέρη τοῦ κόσμου, καὶ πλέον θεοποιοῦσα οὐδέν.

τοῦτο δὲ καὶ ὁ Πλάτων’ οἶδεν. ὁμολογεῖ γοῦν διαρρήδην ἐν τῷ Κρατύλῳ μηδὲν πλέον τῶν ὁρωμένων τοῦ κόσμου μερῶν τοὺς πρώτους τῶν περὶ τὴν ‘Eλλάδα ἀνθρώπων ἐγνωκέναι, μόνους δὲ θεοὺς εἶναι τοὺς ἐν οὐρανῷ φωστῆρας καὶ τὰ λοιπὰ τῶν φαινομένων νομίσαι.

λέγει δ’ οὖν ὧδε πρὸς λέξιν

‟ Φαίνονταί μοι οἶ πρῶτοι τῶν ἀνθρώπων περὶ τὴν Ἑλλάδα τούτους μόνους θεοὺς ἡγεῖσθαι οὕσπερ νῦν πολλοὶ τῶν βαρβάρων, ἥλιον καὶ σελήνην καὶ γῆν καὶ ἄστρα καὶ οὐρανόν.

Ἀλλὰ τὰ μὲν Ἑλληνικὰ τοιαῦτα · ἴδωμεν δὲ καὶ τὰ τούτων παλαίτατα · ἦν δὲ τὰ Αἰγυπτία. τὴν ᾿Ισίν φασι καὶ Ὄσιριν τὸν ἥλιον καὶ τὴν σελήνην εἶναι, καὶ Δία μὲν τὸ διὰ πάντων χωροῦν πνεῦμα, Ἥφαιστον δὲ τὸ πῦρ, τὴν δὲ γῆν Δήμητρα ἐπονομάσαι, ὠκεανόν τε τὸ ὑγρὸν νομίζεσθαι παρ’ Αἰγυπτίοις καὶ τὸν παρ’ αὐτοῖς ποταμὸν Νεῖλον, ᾧ καὶ τὰς τῶν θεῶν ἀναθεῖναι γενέσεις· τὸν δὲ ἀέρα φασὶν αὐτοὺς προσαγορεύειν Ἀθηνᾶν.

τούτους δὲ τοὺς πέντε θεοὺς , τὸν Ἀέρα λέγω καὶ τὸ Ὕδωρ τό τε Πύρ’ καὶ τὴν Γῆν καὶ τὸ Πνεῦμα, τὴν πᾶσαν οἰκουμένην ἐπιπορεύεσθαι, ἄλλοτε ἄλλως εἰς μορφὰς καὶ ἰδέας ἀνθρώπων τε καὶ παντοίων ζῴων σχηματιζομένους, καὶ τούτων ὁμωνύμους παρ’ αὐτοῖς Αἰγυπτίοις γεγονέναι θνητοὺς ἀνθρώπους, Ἥλιον καὶ Κρόνον καὶ ῾Ρέαν, ἔτι δὲ Δία καὶ Ἥραν καὶ Ἥφαιστον καὶ Ἑστίαν ἐπονομασθέντας. γράφει δὲ καὶ τὰ περὶ τούτων πλάτύτερον μὲν ὁ Μανεθῶς, ἐπιτετμημένως δὲ ὁ Διόδωρος

v.1.p.107
ἐν τῇ προλεχθείσῃ αὐτοῦ γραφῆ ὧδέ πως ἱστορῶν κατὰ λέξιν