Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τούς γέ τοι τῶν χρησμῶν ὑπηρέτας ἀληθεῖ λόγῳ φάσκειν δαίμονας εἶναι φαύλους, ἐπ’

v.1.p.153
ἀνθρώπων ἀπάτῃ τὰ ἀμφότερα παίζοντας, καὶ τοτὲ μὲν συντιθεμένους ταῖς μυθικωτέραις περὶ αὐτῶν ὑπολήψεσιν ἐπὶ τῇ πανδήμῳ πλάνῃ, τοτὲ δὲ τὰ τῆς φιλοσόφου γοητείας ἐπικυροῦντας ἐπὶ τῇ καὶ τούτων ἐπιτριβῇ καὶ φυσιώσει· ὥστε πανταχόθεν ἁλίσκεσθαι μηδὲν αὐτοὺς ἀληθεύειν.

Τοσούτων ἡμῖν εἰρημένων καιρὸς ἤδη μεταβάντας τὸ τρίτον εἶδος ἐπελθεῖν τῆς Ἑλλήνων θεολογίας, ὃ δή φασιν εἶναι πολιτικόν τε καὶ νόμιμον. μάλιστα γὰρ ἱκανὸν τοῦτο πρὸς ἔκπληξιν τῶν πολλῶν εἶναι νενόμισται, διά τε τὰ θρυλούμενα μαντεῖα καὶ τὰς διὰ χρησμῶν ἀκέσεις τε καὶ θεραπείας τῶν πεπονθότων σωμάτων, τάς τε κατά τινων ἐπισκήψεις.

ὧν δὴ καὶ διὰ πείρας ἐλθεῖν φάσκοντες εὖ μάλα πεπείκασιν ἑαυτοὺς μὲν εὐσεβοῦντας εἰς τοὺς θεοὺς δίκαια πράττειν, ἡμᾶς δὲ τὰ μέγιστα ἀσεβεῖν, τὰς οὕτως ἐμφανεῖς καὶ εὐεργετικὰς δυνάμεις μὴ ταῖς προσηκούσαις θεραπείαις τιμῶντας. καὶ πρὸς ταῦτ᾿ οὖν ἑτέραν λόγου ἀρχὴν ἀναλαβόντες ὑπαντησωμεν.