Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

εἰ δὴ οὑν ἀληθεύσουσιν οἱ θεοὶ κυροῦντες τἀς περὶ αὐτῶν άνθρωποπαθείας, ψευδεῖς ἂν εἶεν οἶ ἀθετοῦντες αὐτάς · εἰ δὲ τῶν φιλοσόφων ἀληθεῖς αἶ φυσιολογίαι, ψευδεῖς γένοιντ’ ἂν αἱ τῶν θεῶν μαρτυρίαι.

ἀλλὰ καὶ αὐτὸς, εἴποι τις ἂν, ὁ Ἀπόλλων ἴφη που ἐν χρησμοῖς ἐρωτηθεὶς περὶ αὑτοῦ ὅστις εἴη

  • Ἥλιος, Ὧρος, Ὄσιρις, ἄναξ Δῖός υἱὸς, Ἀπόλλων,
  • ὡρῶν καὶ καιρῶν ταμίης, ἀνέμων τε καὶ ὄμβρων,
  • ήοῦς καὶ νυκτὸς πολυαστέρου ἡνία νωμῶν,
  • ζαφλεγέων ἄστρων βασιλεὺς ἠδ’ ἀθάνατον πῦρ.
  • οὐκοῦν οἱ αὐτοὶ καὶ τοῖς τῶν ποιητῶν μύθοις καὶ ταῖς τῶν φιλοσόφων ὑπονοίαις συμφέρονται, μαχο- μένοις συνιστάμενοι. εἰ γὰρ μητέρας ἐπιγράφονται θνητὰς καὶ πατρίδας τὰς ἐπὶ γῆς ὁμολογοῦσι, πῶς ἂν εἶεν οἵους φυσιολογοῦσιν;

    ἔστω γὰρ ὁ Ἀπόλλων ἥλιος — πάλιν γὰρ ἄνω καὶ κάτω εἰς τὰ αὐτὰ περιτρέχων αὐτοῖς ἁλώσεται ὁ λόγος — πῶς οὖν ἡ Δῆλος, ἡ κατὰ θάλατταν εἰσέτι νῦν προφαινομένη

    v.1.p.152
    νῆσος, γένοιτ’ ἂν τοῦ ἡλίου πατρὶς, μήτηρ δὲ ἡ Λητώ; ταυτὶ γὰρ ἀρτίως ἐκύρουν ὡς ἀληθῆ γε ὄντα οἱ αὐτοῦ χρησμοί. πῶς δὲ καὶ τοῦ Ἀσκληπιοῦ ἀνδρος θνητοῦ τὴν φύσιν γένοιτ’ ἂν ὁ ἥλιος πατὴρ, ἐκ θνητῆς αὐτὸν γυναικὸς πεποιημένος ; ἀλλὰ παρείσθω ταύτα.