Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Κατὰ δὲ τὴν Ἐλεφαντίνην πόλιν τετίμηται ἄγαλμα, πεπλασμένον μὲν, ἀλλ’ ἀνδρείκελον καὶ καθήμενον, κυανοῦν τε τὴν χροιὰν, κεφαλὴν δὲ κριοῦ κεκτημένον, καὶ βασίλειον, κέρατα τράγεια ἔχον, οἷς ἔπεστι κύκλος δισκοειδής. κάθηται δὲ, παρακειμένου κεραμέου ἀγγείου, ἐφ’ οὗ ἄνθρωπον ἀναπλάσσειν. δηλοῖ δὲ ἀπὸ μὲν τοῦ κριοῦ πρόσωπον ἔχειν καὶ αἰγὸς κέρατα τὴν ἐν κριῷ σύνοδον ἡλίου καὶ σελήνης· τὸ δὲ ἐκ κυανοῦ χρῶμα, ὅτι ὑδραγωγὸς ἐν συνόδῳ ἡ σελήνη.

τὸ δὲ δεύτερον φῶς τῆς σελήνης ἐν Ἀπόλλωνος πόλει καθιέρωται· ἔστι δὲ τούτου σύμβολον ἱερακοπρόσωπος ἄνθρωπος ζιβύνῃ χειρούμενος Τυφῶνα ἱπποποτάμῳ εἰκασμένον. λευκὸν δὲ τῇ χρόᾳ τὸ ἄγαλμα , τῆς μὲν λευκότητος τὸ φωτίζεσθαι τὴν σελήνην παραστησάσης, τοῦ δὲ ἱερακείου προσώπου τὸ ἀφ’ ἡλίου φωτίζεσθαι καὶ πνεῦμα λαμβάνειν. τὸν γὰρ ἱέρακα ἡλίῳ ἀφιεροῦσι · φωτὸς δὲ καὶ πνεύματος ἱέραξ αὐτοῖς σύμβολον διά τε τὴν ὀξυκινησίαν καὶ τὸ πρὸς ὕψος ἀνατρέχειν , ἔνθα τὸ φῶς· ὁ δὲ ἱπποπόταμος τὸν δυτικὸν δηλοῖ πόλον, παρὰ τὸ καταπίνειν εἰς ἑαυτὸν τοὺς περιπολοῦντας.

v.1.p.141

θεὸς δὲ τιμᾶται ἐν τῇ πόλει ταύτῃ ὁ Ὦρος. ἡ δὲ τῆς Εἰληθυίας πόλις τὸ τρίτον φῶς θεραπεύει· τὸ δὲ ξόανον τετύπωται εἰς γῦπα πετομένην, ἧς τὸ πτέρωμα ἐκ σπουδαίων συνέστηκε λίθων. σημαίνει δὲ τὸ μὲν γυποειδὲς αὐτῆς τὴν γεννητικὴν πνευμάτων σελήνην· ἐκ γὰρ τοῦ πνεύματος οἴονται συλλαμβάνειν τὸν γῦπα, θηλείας πάσας ἀποφαινόμενοι.

ἐν δὲ τοῖς κατ᾿ Ἐλευσῖνα μυστηρίοις ὁ μὲν ἱεροφάντης εἰς εἰκόνα τοῦ δημιουργοῦ ἐνσκευάζεται , δᾳδοῦχος δὲ εἰς τὴν ἡλίου· καὶ ὁ μὲν ἐπὶ βωμῷ εἰς τὴν σελήνην, ὁ δὲ ἱεροκῆρυξ Ἑρμοῦ.

καὶ ἄνθρωπος δὲ παρ᾿ Αἰγυπτίοις ἐν τοῖς ἱεροῖς παρείληπται. Ἄναβις γάρ ἐστι κώμη Αἰγύπτου, ἐν ᾗ θεραπεύεται ἄνθρωπος, καὶ θύεται τούτῳ καὶ ἐπὶ τῶν βωμῶν τὰ ἱερεῖα καίεται· ὁ δὲ μετ᾿ ὀλίγον φάγοι ἂν τὰ ὧς ἂν ἀνθρώπῳ αὐτῷ παρεσκευασμένα.

ὅτι δὲ οὐδὲ τὰ ζῷα θεοὺς ἡγοῦνται, εἰκόνας δὲ ἐποιοῦντο καὶ σύμβολα ταῦτα θεῶν, δηλοῖ τὸ πολλαχοῦ βοῦς ἀναχθέντας θεοῖς ἐν ταῖς ἱερομηνίαις καὶ ταῖς πρὸς θεοὺς θρησκείαις βουθυτεῖν. ἡλίῳ μὲν γὰρ καὶ σελήνῃ βοῦς ἀνιέρωσαν.