Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟ Τὴν δὲ Ἥραν σύνοικον τῷ Διὶ πεποιήκασιν, τὴν αἰθέριον καὶ ἀέριον δύναμιν Ἥραν προσειπόντες. ἔστι γὰρ ὁ αἰθὴρ ἀὴρ ὁ λεπτομερέστατος.

Ἀνωτέρω μὲν ἐδήλου τὰ ἔπη τὸν νοῦν τοῦ Δῖός εἶναι τὸν αἰθέρα, νυνὶ δὲ ὁ λόγος τί ποτέ ἐστιν ὁ αἰθὴρ διορίζεται, ἀέρα λέγων εἶναι αὐτὸν λεπτομερέστατον· σῶμα δὲ ὁ ἀὴρ , καὶ πολὺ πρότερον ὁ αἰθήρ.

ὁ δὴ νοῦς ἄρα τοῦ Δῖός ἐλήλεγκται σῶμα τυγχάνων, εἰ καὶ τὸ πάντων λεπτομερέστατον. καὶ πῶς ἂν ταὐτὸν ἐπινοηθείη σῶμα καὶ νοῦς κατὰ διάμετρον ταῖς φύσεσι διεστῶτα;

εἶτ’ οὐκ οἶδ’ ὅπως τῶν ἐπῶν ἐπιλελησμένος διαρρήδην φησάντων

  • Νοῦς δέ οἱ ἀψευδὴς, βασιλήιος ἄφθιτος αἰθὴρ,
  • ᾧ δὴ πάντα κυκλεῖ καὶ φράζεται, οὐδέ τις ἐστὶν
  • αὐδὴ, οὔτ’ ἐνοπὴ, οὔτε κτύπος, οὐδὲ μὲν ὅσσα,
  • ἣ λήθει Δῖός οὖας ὑπερμενέος Κρονίωνος.
  • δι’ ὧν σαφῶς ὁ αἰθὴρ νοῦς ἀνείρηται ὢν τοῦ Δῖός.
    v.1.p.131

    ὁ δὲ τὴν Ἥραν πάλιν τὴν αἰθέριον καὶ ἀέριον δύναμιν εἶναί φησιν. ἔπειτα διαιρῶν ἐπιλέγει

    ‟ Καὶ τοῦ μὲν παντὸς ἀέρος ἡ δύναμις Ἥρα τοὔνομα ἀπὸ τοῦ ἀέρος κεκλημένη· τοῦ δὲ ὑπὸ σελήνην φωτιζομένου καὶ σκοτιζομένου ἀέρος ἡ Λητὼ σύμβολον· λήθω γὰρ αὐτὴν εἶναι διὰ τὴν κατὰ τὸν ὕπνον ἀναισθησίαν, καὶ ὅτι ψυχαῖς ὑπὸ σελήνην γινομέναις λήθη ξυνομαρτεῖ τοῦ θείου · διὰ τοῦτο δὲ καὶ μήτηρ Ἀπόλλωνός τε καὶ Ἀρτέμιδος, τῶν αἰτίων φωτισμοῦ τῇ νυκτί.’

    Καὶ ἐν τούτοις ἡλίου καὶ σελήνης μητέρα φησὶν εἶναι τὸν ὑπὸ σελήνην ἀέρα· τοῦτον γὰρ εἶναι τὴν Λητώ. καὶ πῶς ἂν ὁ ἀὴρ γένοιτο μήτηρ τῶν αἰτίων φωτισμοῦ, μᾶλλον αὐτὸς γενόμενος ἢ ποιῶν; ἥλιος γὰρ καὶ σελήνη ἄλλοτε ἄλλως τὸν ἀέρα μεταβάλλουσιν.