Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἀλλὰ καὶ Κρῆτες τάφον τοῦ Δῖός παρ’ ἑαυτοῖς δεικνύντες τρίτοι ἂν εἶεν τοῦ αὐτοῦ μάρτυρες· καὶ Ἀτλάντειοι δὲ καὶ πάντες οἱ πρὸ τούτου δεδηλωμένοι κατ’ οἰκείαν ἱστορίαν ἐξοικειούμενοι τὸν Δία πάντες ὁμοῦ θνητὸν ἀπεφήναντο, πράξεις αὐτοῦ θνητὰς καὶ ἀνθρωπείους, ἀλλ’ οὐ σεμνάς τινας οὐδὲ φιλοσόφους , αἰσχρουργίας δὲ ἁπάσης καὶ ἀκολασίας ἔμπλεως ἀναγράψαντες.

τοῖς δὲ ἐπὶ τὸ σεμνότερον τοὺς μύθους τρέπειν ἐπηγγελμένοις τοτὲ μὲν ὁ Ζεὺς θερμή τις ἦν καὶ πυρώδης δύναμις, τοτὲ δὲ τὸ πνεῦμα· νῦν δ’ οὐκ οἶδ’ ὅπως αὐτοῖς ὁ τῶν ὅλων δημιουργὸς νοῦς ἀναπέφανται.

πευστέον τοιγαροῦν τίνα ἂν εἴποιεν τὸν τούτου πατέρα καὶ τοῦ πατρὸς τὸν προπάτορα· ἐπεὶ κατὰ πάντας τοὺς θεολόγους Ζεὺς Κρόνου παῖς ὁμολογεῖται, καὶ τά γε προκείμενα τοὐ Ὀρφέως ἔπη ‟ ὑπερ- μένεος Κρονίωνος” ἐμνημόνευσε, Κρόνος δὲ Οὐρανοῦ.

δεδόσθω τοίνυν αὐτοῖς εἷναι ὁ Ζεὺς ὁ ἐπὶ πάντων θεὸς καὶ νοῦς ὁ τὰ πάντα δημιουργήσας.

v.1.p.130
τίς οὖν ὁ τούτου πατήρ; Κρόνος. τίς δ’ ὁ προπάτωρ; Οὐρανός. εἰ δὲ πρῶτος ὁ Ζεὺς ὡς ἂν δημιουργὸς ἁπάντων, χρῆν δή που δευτέρους καταλέγεσθαι καὶ μετ’ αὐτὸν τοὺς ὑπ’ αὐτοῦ πεποιημένους.

εἴτε γὰρ χρόνος τις εἴη ὁ Κρόνος Οὐρανοῦ πεφυκὼς γέννημα, εἴτε δὴ ἅμα οὐρανῷ συνυπέστη χρόνος, εἴη τε αὐτὸς ὁ Κρόνου πατὴρ Οὐρανὸς καὶ χρόνος μετὰ τοῦτον, ἀλλὰ πρό γε τούτων ὁ τῶν ὅλων αἴτιος καὶ οὐρανοῦ καὶ χρόνου δημιουργὸς θεός. εἰ δὲ τοῦτο, οὐκ ἂν γένοιτο ὁ Ζεὺς τρίτος ἐξ Οὐρανοῦ.

πῶς οὖν παρὰ πᾶσιν Αἰγυπτίοις καὶ Φοίνιξιν Ἕλλησι τε καὶ φιλοσόφοις τρίτος ἐξ Οὐρανοῦ γενεαλογεῖται ὁ τῶν ὅλων δημιουργὸς νοῦς; πεφώραται δὴ τοῦ φιλοσόφου τὸ πλάσμα , καὶ ἔτι μᾶλλον φωραθήσεται ἐξ ὣν ἐπιφέρει λέγων ὧδε

‟ Τὴν δὲ Ἥραν σύνοικον τῷ Διὶ πεποιήκασιν, τὴν αἰθέριον καὶ ἀέριον δύναμιν Ἥραν προσειπόντες. ἔστι γὰρ ὁ αἰθὴρ ἀὴρ ὁ λεπτομερέστατος.

Ἀνωτέρω μὲν ἐδήλου τὰ ἔπη τὸν νοῦν τοῦ Δῖός εἶναι τὸν αἰθέρα, νυνὶ δὲ ὁ λόγος τί ποτέ ἐστιν ὁ αἰθὴρ διορίζεται, ἀέρα λέγων εἶναι αὐτὸν λεπτομερέστατον· σῶμα δὲ ὁ ἀὴρ , καὶ πολὺ πρότερον ὁ αἰθήρ.

ὁ δὴ νοῦς ἄρα τοῦ Δῖός ἐλήλεγκται σῶμα τυγχάνων, εἰ καὶ τὸ πάντων λεπτομερέστατον. καὶ πῶς ἂν ταὐτὸν ἐπινοηθείη σῶμα καὶ νοῦς κατὰ διάμετρον ταῖς φύσεσι διεστῶτα;

εἶτ’ οὐκ οἶδ’ ὅπως τῶν ἐπῶν ἐπιλελησμένος διαρρήδην φησάντων

  • Νοῦς δέ οἱ ἀψευδὴς, βασιλήιος ἄφθιτος αἰθὴρ,
  • ᾧ δὴ πάντα κυκλεῖ καὶ φράζεται, οὐδέ τις ἐστὶν
  • αὐδὴ, οὔτ’ ἐνοπὴ, οὔτε κτύπος, οὐδὲ μὲν ὅσσα,
  • ἣ λήθει Δῖός οὖας ὑπερμενέος Κρονίωνος.
  • δι’ ὧν σαφῶς ὁ αἰθὴρ νοῦς ἀνείρηται ὢν τοῦ Δῖός.
    v.1.p.131

    ὁ δὲ τὴν Ἥραν πάλιν τὴν αἰθέριον καὶ ἀέριον δύναμιν εἶναί φησιν. ἔπειτα διαιρῶν ἐπιλέγει

    ‟ Καὶ τοῦ μὲν παντὸς ἀέρος ἡ δύναμις Ἥρα τοὔνομα ἀπὸ τοῦ ἀέρος κεκλημένη· τοῦ δὲ ὑπὸ σελήνην φωτιζομένου καὶ σκοτιζομένου ἀέρος ἡ Λητὼ σύμβολον· λήθω γὰρ αὐτὴν εἶναι διὰ τὴν κατὰ τὸν ὕπνον ἀναισθησίαν, καὶ ὅτι ψυχαῖς ὑπὸ σελήνην γινομέναις λήθη ξυνομαρτεῖ τοῦ θείου · διὰ τοῦτο δὲ καὶ μήτηρ Ἀπόλλωνός τε καὶ Ἀρτέμιδος, τῶν αἰτίων φωτισμοῦ τῇ νυκτί.’

    Καὶ ἐν τούτοις ἡλίου καὶ σελήνης μητέρα φησὶν εἶναι τὸν ὑπὸ σελήνην ἀέρα· τοῦτον γὰρ εἶναι τὴν Λητώ. καὶ πῶς ἂν ὁ ἀὴρ γένοιτο μήτηρ τῶν αἰτίων φωτισμοῦ, μᾶλλον αὐτὸς γενόμενος ἢ ποιῶν; ἥλιος γὰρ καὶ σελήνη ἄλλοτε ἄλλως τὸν ἀέρα μεταβάλλουσιν.

    πάλιν δὲ προιὼν ἑξῆς λέγει

    ‟ Καὶ τὸ μὲν ἡγεμονικὸν τῆς χθονίας δυνάμεως Εστία κέκληται, ἧς ἄγαλμα παρθενικὸν ἐφ’ ἑστίας πυρὸς ἱδρυμένον· καθὸ δὲ γόνιμος ἡ δύναμις, σημαίνουσιν αὐτὴν γυναικὸς εἴδει προμάστου. τὴν δὲ ῾Ρέαν προσεῖπον τὴν τῆς πετρώδους καὶ ὀρείου γῆς δύναμιν, τὴν δὲ Δήμητρα τὴν τῆς πεδινῆς καὶ γονίμου. ἡ Δημήτηρ δὲ τὰ μὲν ἄλλα κατὰ τὰ αὐτὰ ἔχει τῇ ῾Ρέᾳ, διενήνοχε δὲ, ὅτι αὐτὴ κυεῖ τὴν Κόρην ἐκ Δῖός, τουτέστι τὸν κόρον ἐκ τῶν φρυγανωδῶν σπερμάτων. διὸ καὶ κατέστεπται τὸ βρέτας αὐτῆς τοῖς στάχυσι, μήκωνές τε περὶ αὐτὴν τῆς πολυγονίας σύμβολον.”

    Κἀνταῦθα πάλιν σκόπει τίνα τρόπον τὴν Ῥέαν μητέρα θεῶν λεγομένην καὶ αὐτοῦ τοῦ Δῖός κάτω που περὶ πέτρας καὶ γῆν καταβέβληκε, καὶ πάντα φύρων τὴν αὐτὴν εἶναί φησι τῇ Δήμητρι,

    v.1.p.132
    πλὴν ὅτι διενήνοχε, καθὸ, φησὶν, ἡ Δημήτηρ ἐκ Δῖός κυεῖ τὴν Κόρην, ὥσπερ οὖν ἡ πεδιὰς γῆ τὸν κόρον ἐκ τῶν φρυγανωδῶν σπερμάτων. ἰδού σοι πάλιν ὁ Ζεὺς εἰς τὰ φρυγανώδη σπέρματα μεταβέβληται.

    τούτοις ἑξῆς ἐπισυνάπτει λέγων

    ‟ ᾿Επεὶ δὲ καὶ τῶν εἰς γῆν βαλλομένων σπερμάτων ἦν τις δύναμις , ἣν ἥλιος περὶ τὸ κάτω ἡμισφαίριον ἰὼν ἕλκει κατὰ τὰς χειμερινὰς τροπὰς, Κόρη μὲν ἡ δύναμις ἡ σπερματοῦχος , Πλούτων δὲ ὁ ὑπὸ γῆν ἰὼν ἥλιος καὶ τὸν ἀφανῆ περινοστῶν κόσμον κατὰ τὰς χειμερίους τροπάς· ὃς ἁρπάζειν λέγεται τὴν Κόρην, ἣν ποθεῖ ἡ Δημήτηρ κρυπτομένην ὑπὸ γῆν.

    τῶν δὲ ἀκροδρύων καὶ ὅλως τῶν φυτευτικῶν ἡ δύναμις Διόνυσος ὀνομάζεται. ὅρα δὲ καὶ τούτων τὰς εἰκόνας. σύμβολα γὰρ ἡ Κόρη φέρει τῆς προβολῆς τῶν κατὰ τοὺς καρποὺς ὑπὲρ τὴν γῆν ἐκφύσεων, ὁ δὲ Διόνυσος κοινὰ μὲν πρὸς τὴν Κόρην ἔχει τὰ κέρατα, ἔστι δὲ ·θηλύμορφος , μηνύων τὴν περὶ τὴν γένεσιν τῶν ἀκροδρύων ἀρρενόθηλυν δύναμιν.

    Πλούτων δὲ ὁ Κόρης ἅρπαξ κυνῆν μὲν ἔχει τοῦ ἀφανοῦς πόλου σύμβολον, τὸ δὲ σκῆπτρον τὸ κολοβὸν σημεῖον τῆς τῶν κάτω βασιλείας· ὁ δὲ κύων αὐτοῦ δηλοῖ τὴν κύησιν τῶν καρπῶν εἰς τρία διῃρημένην, εἰς τὴν καταβολὴν, εἰς τὴν ὑποδοχὴν, εἰς τὴν ἀνάδοσιν. οὐ γὰρ παρὰ τὸ τἀς κῆρας ἔχειν βορὰν, ὃ δηλοῖ τὰς ψυχὰς, κέκληται κύων, ἀλλὰ παρὰ τὸ κυεῖν, ᾗ χορηγὸς ὁ Πλούτων, ὅταν ἁρπάσῃ τὴν Κόρην.

    Ἄττις δὲ καὶ Ἄδωνις τῇ τῶν καρπῶν εἰσὶν ἀναλογίᾳ προσήκοντες. ἀλλ’ ὁ μὲν Ἄττις τῶν κατὰ τὸ ἔαρ προφαινομένων ἀνθέων καὶ πρὶν τελεσιγονῆσαι διαρρεόντων, — ἔνθεν καὶ τὴν τῶν αἰδοίων ἀποκοπὴν αὐτῷ προσανέθεσαν, μὴ φθασάντων ἐλθεῖν

    v.1.p.133
    τῶν καρπῶν εἰς τὴν σπερματικὴν τελείωσιν — ὁ δὲ Ἄδωνις τῆς τόν τελείων καρπῶν ἐκτομῆς σύμβολον.

    ὁ δὲ Σειληνὸς σύμβολον τῆς πνευματικῆς κινήσεως, οὐκ ὀλίγα συμβαλλομένης τῷ παντί. σύμβολα δέ ἐστι τὸ μὲν φάλανθον καὶ στιλπνὸν κατὰ τὴν κεφαλὴν τῆς οὐρανίου περιφορᾶς, ἡ δὲ περικειμένη κόμη τοῖς κάτω μέρεσιν αὐτοῦ ὑπόδειγμα τῆς προσγείου περὶ τὸν ἀέρα παχύτητος.

    ἐπεὶ δὲ καὶ τῆς μαντικῆς δυνάμεως τις μέτοχος ἦν δύναμις, Θέμις μὲν κέκληται ἡ δύναμις , τῷ τὰ τεθειμένα καὶ ἑκάστῳ κείμενα λέγειν.