Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

τί δ’ ἂν ἔχοι σῶμα ἀνθρώπειον ἐμφερὲς πρὸς τὸν τοῦ θεοῦ νοῦν; ἐγὼ μὲν γὰρ οὐδὲ πρὸς τὸν ἀνθρώπινον ἡγοῦμαι· ἐπεὶ ὁ μὲν ἀσώματος καὶ ἀσύνθετος καὶ ἀμερὴς , τὸ δὲ βαναύσων ἀνδρῶν ἔργον καὶ θνητοῦ σώματος φύσιν ἀπομεμίμηται, καὶ ζώσης σαρκὸς ἐν ἀψύχῳ καὶ νεκρᾷ ὕλῃ κωφὴν καὶ ἄναυδον εἰκόνα καταγέγραπται.

ψυχὴ μὲν οὖν λογικὴ καὶ ἀθάνατος καὶ νοῦς ἀπαθὴς ἐν ἀνθρώπου φύσει εὖ μοι δοκεῖ λέγεσθαι εἰκόνα καὶ ὁμοίωσιν ἀποσώζειν θεοῦ, καθ’ ὅσον ἄυλος καὶ ἀσώματος νοερά τε καὶ λογικὴ τὴν οὐσίαν συνέστηκεν, ἀρετῆς οὖσα καὶ σοφίας δεκτική.

εἰ δή τις εἴη δυνατὸς ψυχῆς ἄγαλμα καὶ μορφὴν ἐν εἰκόνι τεκτήνασθαι , δύναιτ’ ἂν οὗτος καί τι τῶν κρειττόνων· εἰ δὲ ἄμορφος καὶ ἀειδὴς καὶ ἀσχημάτιστος, οὔτε ὁράσει θεωρητὸς οὔτε λόγῳ καὶ ἀκοῇ τὴν οὐσίαν καταληπτὸς ὁ ἀνθρώπινος νοῦς, τίς ἂν μανείη τοσοῦτον ὡς τὸ ἀνδρείκελον ξόανον θεοῦ τοῦ ἀνωτάτω μορφὴν καὶ εἰκόνα φέρειν ἀποφήνασθαι ;

θεοῦ μὲν οὖν φύσις ἔξω πάσης θνητῆς ὕλης φαντάζεται, νῷ διαυγεῖ καὶ σιγῇ ψυχαῖς κεκαθαρμέναις ἐπινοουμένη· τὸ δέ γε τοῦ ὁρωμένου Δῖός ἐν τῷ δεικήλῳ σχῆμα εἴη ἂν θνητοῦ τὴν φύσιν ἀνδρὸς εἰκὼν, οὐδὲ τὸν ὅλον ἄνθρωπον, μέρος δέ τι τὸ χεῖρον αὐτοῦ μεμιμημένον, ὅτι μηδὲν ἴχνος ζωῆς γαῖ ψυχῆς ἐπάγεται.

πῶς οὖν ὁ ἐπὶ πάντων θεὸς καὶ νοῦς ὁ

v.1.p.129
τῶν ὅλων δημιουργὸς εἴη ἂν ὁ αὐτὸς ὁ ἐν τῷ καλκῷ ἢ τῷ νεκρῷ ἐλέφαντι Ζεύς; ὁ δὲ δὴ τῶν ὅλων δημιουργικος νοῦς πως ποτε αὐτὸς ἢν ἄρα ἐκεῖνος ὁ Ζεὺς 5 ὁ τοῦ ἐξ Ἀλκμήνης Ἡρακλέους πατὴρ καὶ τῶν λοιπῶν ἐκ Δῖός μυθευομένων ἀνδρῶν, οἱ τὸν θνητὸν βίον κοινῶς ἅπασιν ἀνθρώποις καταστρέψαντες τῆς οἰκείας φύσεως ἀνεξάλειπτα τοῖς μετ’ αὐτοὺς μνημεῖα καταλελοίπασι;

Φοινίκων μὲν οὑν οἶ πρῶτοι θεόλογοι, ὡς ἐν τῷ πρώτῳ συγγράμματι παρεστήσαμεν, τὸν Δία παῖδα Κρόνου θνητὸν ἀπὸ θνητοῦ γενόμενον , ἄνδρα Φοίνικα τὸ γένος , ἀπεμηνμόνευον, Αἰγύπτιοι δὲ ἐξοικειούμενοι τὸν ἄνδρα θνητὸν πάλιν αὐτὸν ὡμολόγουν, κατὰ τοῦτό γε Φοινιξιν ὁμοφωνοῦντες.