Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τὰ μὲν δὴ τῆς Φοινίκων θεολογίας τὸν προειρημένον περιέχει τρόπον · ἣν ἀμεταστρεπτὶ φεύγειν καὶ τῆς τῶν παλαιῶν φρενοβλαβείας τὴν ἴασιν μεταδιώκειν ὁ σωτήριος εὐαγγελίζεται λόγος.

ὅτι δὲ μὴ μῦθοι ταῦτα καὶ ποιητῶν ἀναπλάσματα λανθάνουσάν τινα ἐν ὑπονοίαις ἔχοντα θεωρίαν τυγχάνει, σοφῶν δὲ καὶ παλαιῶν , ὡς ἂν αὐτοὶ φαῖεν , θεολόγων ἀληθεῖς μαρτυρίαι, τὰ καὶ ποιητῶν ἁπάντων καὶ λογογράφων πρεσβύτερα περιέχουσαι, τό τε πιστὸν τῶν λόγων ἐπαγόμεναι ἀπὸ τῆς εἰσέτι δεῦρο ἐν ταῖς κατὰ Φοινίκην πόλεσί τε καὶ κώμαις κρατούσης τῶν θεῶν προσηγορίας τε καὶ ἱστορίας, τῶν τε παρ’ ἑκάστοις ἐπιτελουμένων μυστηρίων, δῆλον ἂν εἴη ἀπό τε τῆς τῶν λοιπῶν συγγραφέων καὶ δὴ καὶ τῶν νομιφομένων θεολόγων ὁμολογίας , δι’ ἧς ἐμαρτύρησαν τοὺς παλαιοὺς καὶ πρώτους τὰ περὶ θεῶν συστησαμένους μηδὲν εἰς φυσικὰς ἀναφέρειν τροπολογίας, μηδ’ ἀλληγορεῖν τοὺς περὶ θεῶν μύθους, ἐπὶ μόνης δὲ τῆς λέξεως φυλάττειν τὰς ἱστορίας.

ταῦτα γὰρ αἶ προπαρατεθεῖσαι τῶν εἰρημένων ἐδήλουν φωναὶ, ὡς μηκέτι χρῆναι τούτων βιαίους ἀνιχνεύειν φυσιολογίας, σαφῆ τὸν ἐξ αὐτῶν ἔλεγχον ἐπιφερομένων τῶν πραγμάτων.

v.1.p.54

Τοιαύτη μὲν οὖν ἡ Φοινίκων θεολογία. ὥρα δὲ μεταβάντας καὶ τὰ Αἰγυπτίων ἐπιθεωρῆσαι, εἰς τὸ κατανοῆσαι ἀκριβῶς καὶ συνιδεῖν ἐξητασμένως εἰ μὴ κεκριμένη καὶ εὔλογος συνέστηκεν ἡμῖν ἡ ἐξ αὐτῶν ἀναχώρησις, οὐδ’ ἄλλως ἢ διὰ μόνης τῆς εὐαγγελικὴς ἀποδείξεως , πρώτιστα πάντων αὐτοῖς Αἰγυπτίοις, εἶτα δὲ καὶ τοῖς τὰ ἴσα φρονοῦσιν αὐτοῖς κατορθουμένη.

πᾶσαν μὲν οὑν τὴν Αἰγυπτιακὴν ἱστορίαν εἰς πλάτος τῆς Ἑλλήνων μετείληφε φωνῆς ἰδίως τε τὰ περὶ τῆς κατ’ αὐτοὺς θεολογίας Μανεθῶς ὁ Αἰγύπτιος ἔν τε ᾗ ἔγραψεν ἱερᾷ βίβλῳ καὶ ἐν ἑτέροις αὐτοῦ συγγράμμασι.

πλὴν ἀλλὰ καὶ Διόδωρος ὁ πρόσθεν ἡμῖν μνημονευθεὶς, ἐκ πλειόνων τὰς ἱστορίας ἀναλεξάμενος καὶ ὡς ἔνι μάλιστα τὰ παρ’ ἑκάστοις ἔθνεσιν ἀπηκριβωκὼς , ἐπιφανὴς ἀνὴρ καὶ δόξαν οὐ μικρὰν παιδείας παρὰ πᾶσι τοῖς φιλολόγοις κτησάμενος , καὶ δὴ καὶ πᾶσαν τὴν παλαιὰν συναγαγὼν ἱστορίαν, συνάψας τε τὰ πρῶτα τοῖς ἑξῆς πράγμασι, τὴν καταρχὴν τῆς ὅλης ἐποιήσατο πραγματείας ἀπὸ τῆς κατ’ Αἰγυπτίους θεολογίας · ἀφ’ ἧς ἡγοῦμαι κρεῖττον εἶναι ποιήσασθαι τὴν τῶν προκειμένων παράθεσιν , ὡς ἂν μᾶλλον οὔσης γνωριμωτέρας τοῖς Ἕλλησι τῆς τούτου γραφῆς. ἱστορεῖ δ’ οὖν ταῦτα πρὸς λέξιν

‘‘Φασὶ τοίνυν Αἰγύπτιοι κατὰ τὴν ἐξ ἀρχῆς τῶν ὅλων γένεσιν πρώτους ἀνθρώπους γενέσθαι κατὰ τὴν Αἴγυπτον διά τε τὴν εὐκρασίαν τῆς χώρας καὶ διὰ τὴν φύσιν τοῦ Νείλου. τοῦτον γὰρ πολύγονον ὄντα καὶ τὰς τροφὰς αὐτοφυεῖς παρεχόμενον ῥᾳδίως ἐκτρέφειν τὰ ζωογονηθέντα. —

τοὺς δὲ [*](25 Φᾶσί τοίνυν — ] Diodorus 1, 10. 13. 15 — 26.)

v.1.p.55
θεοὺς ἀνθρώπους μὲν ὑπάρξαι θνητοὺς, διὰ δὲ σύνεσιν καὶ κοινὴν ἀνθρώπων εὐεργεσίαν τυχεῖν τῆς ἀθανασίας, ὧν ἐνίους καὶ βασιλεῖς γενέσθαι. μεθερμηνευομένων δὲ αὐτῶν τινὰς μὲν ὁμωνύμους ὐπάρχειν τοῖς οὐρανίοις, τινὰς δὲ ἰδίαν ἐσχηκέναι προσηγορίαν, Ἥλιον τε καὶ Κρόνον Κρόνον ἔτι δὲ καὶ Δία τὸν ὑπό τινων Ἄμμωνα προσαγορευόμενον, πρὸς δὲ τούτοις Ἥραν καὶ Ἥφαιστον , ἔτι δὲ Ἑστίαν, καὶ τελευταῖον Ἑρμῆν.

καὶ πρῶτον μὲν Ἥλιον βασιλεῦσαι τῶν κατ’ Αἴγυπτον , ὁμώνυμον ὄντα τῷ κατ’ οὐρανὸν ἄστρῳ. ἔνιοι δὲ τῶν ἱερέων φασὶ πρῶτον Ἥφαιστον βασιλεῦσαι, πυρὸς εὑρετὴν γενόμενον.

μετὰ δὲ ταῦτα τὸν Κρόνον ἄρξαι, καὶ γήμαντα τὴν ἀδελφὴν Ῥέαν γεννῆσαι κατὰ μὲν τινὰς τὸν Ὄσιριν καὶ τὴν Ἰσιν, κατὰ δὲ τοὺς πλείστους Δία τε καὶ Ἥραν , οὓς δι’ ἀρετὴν βασιλεῦσαι τοῦ σύμπαντος κόσμου.

ἐκ δὲ τούτων γενέσθαι πέντε θεοὺς, Ὄσιριν καὶ Ἴσιν καὶ Τυφῶνα, Ἀπόλλωνά τε καὶ Ἀφροδίτην. καὶ τὸν μὲν Ὄσιριν εἶναι τὸν Διόνυσον, τὴν δὲ Ἴσιν τὴν Δήμητρα. ταύτην δὲ γήμαντα τὸν Ὄσιριν καὶ τὴν βασιλείαν διαδεξάμενον πολλὰ πρᾶξαι πρὸς εὐεργεσίαν τοῦ κοινοῦ ·

κτίσαι τε πόλιν ἐν τῇ Θηβαίδι ἑκατόμπυλον , ἣν τινὰς μὲν Δῖός πόλιν, ἐνίους δὲ Θήβας προσειπεῖν. — ἱδρύσασθαι δὲ καὶ ἱερὸν τῶν γονέων, Δῖός τε καὶ Ἥρας, καὶ τῶν ἄλλων δὲ θεῶν ναοὺς χρυσοῦς, ὧν ἑκάστῳ τιμὰς ἀπονεῖμαι, καὶ καταστῆσαι τοὺς ἐπιμελομένους ἱερεῖς·

εὑρετὴν δὲ γενέσθαι τὸν Ὄσιριν τῆς ἀμπέλου, πρῶτόν τε ψιλῷ χρήσασθαι, καὶ διδάξαι τοὺς ἄλλους ἀνθρώπους τὴν γεωργίαν.

τιμᾶσθαι δὲ ὑπ’ αὐτοῦ μάλιστα πάντων τὸν Ἑρμῆν διαφόρῳ φύσει κεχορηγημένον πρὸς ἐπίνοιαν τῶν δυναμένων ὠφελῆσαι τὸν κοινὸν

v.1.p.56
βίον. — εὑρετήν τε γὰρ αὐτὸν γενέσθαι τῶν γραμμάτων καὶ θυσίας θεῶν διατάξασθαι, λύραν τε εὑρεῖν, καὶ τοὺς Ἕλληνας διδάξαι τὴν περὶ τούτων ἑρμηνείαν· ἀφ᾿ οὗπερ αὐτὸν Ἑρμῆν ὀνομασθῆναι.

τοῦτον δὲ καὶ τῆς ἐλαίας τὸ φυτὸν εὑρεῖν. τὸν δὲ Ὄσιριν ἐπελθόντα πᾶσαν τὴν οἰκουμένην ἐπὶ μὲν Φοινίκης καταστῆσαι Βούσιριν, κατὰ δὲ τὴν Αἰθιοπίαν καὶ Λιβύην Ἀνταῖον. αὐτὸν δὲ ἐπιστρατεῦσαι μετὰ τοῦ ἀδελφοῦ τοῦ Ἀπόλλωνος, ὅν φασιν εὑρετὴν τοῦ φυτοῦ τῆς δάφνης γενέσθαι.