Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τηρητέον γοῦν ὡς ὅτι μάλιστα οἶ παλαίτατοι οὐδέν τι πλέον τῆς ἱστορίας εἰδότες, μόνοις δὲ τοῖς μύθοις προσανέχοντες ἐμαρτυρήθησαν. πλὴν ἀλλ’ ἐπείπερ ἅπαξ ὡρμήθημεν καὶ τὰ σεμνὰ καὶ ἀπόρρητα τῶν γενναίων φιλοσόφων κατασκοπῆσαι, φέρε καὶ ταῦτα ἐπιθεωρήσωμεν, ὡς ἂν μὴ δοκοίημεν ἀγνοεῖν καὶ τὰς θαυμαστὰς αὐτῶν φυσιολογίας.

πρὶν δὲ τὴν ἔκθεσιν ποιήσασθαι τούτων , ἐμοὶ δοκεῖ προεπισημήνασθαι καὶ τὴν αὐτῶν τῶν θαυμαστῆν φιλοσόφων κἀν τούτοις πρὸς ἑαυτοὺς ἐναντιολογίαν. οἷ μὲν γὰρ τηνάλλως διηγοῦνται καὶ κατὰ τὸ παραστὰν ἑκάστοις ἰδίως ἀποφαίνονται · οὐδὲ γὰρ ἀλλήλοις σύμφωνα φυσιολογοῦσιν · οἱ δὲ εὐγνωμονέστερον τὸ σύμπαν ἀναιροῦσιν, καὶ τῆς οἰκείας πολιτείας οὐ μόνον τὰς ἀπρεπεῖς περὶ θεῶν διηγήσεις,

v.1.p.94
ἀλλὰ καὶ τὰς τούτων ἑρμηνείας ἀπελαύνουσιν· ἔστι δ’ ὅτε φόβῳ τῆς ἀπὸ τῶν νόμων τιμωρίας τοὺς μύθους ὑποκορίζονται.

ἄκουε δ’ οὖν αὐτῶν τῶν Ἑλλήνων δι’ ἑνὸς τοῦ πάντων ἀρίστου τοτὲ μὲν ἐξωθοῦντος , τοτὲ δ’ αὖ πάλιν εἰσποιουμένου τοὺς μύθους. ὁ δ’ οὖν θαυμάσιος αὐτῶν Πλάτων’ , ὅτε μὲν τὴν οἰκείαν ἀπογυμνοῖ προαίρεσιν , τολμηρότερον ἀπαγορεύει καθόλου περὶ θεῶν τοιαῦτα φρονεῖν τε καὶ λέγειν οἷα τοῖς παλαιοῖς εἴρηται, εἴτε περιέχοιέν τι λεληθὸς ἐν ὑπονοίαις δηλούμενον, εἴτε ἐκτὸς πάσης ὑπονοίας λέγοιτο· ὅτε δὲ τοὺς νόμους ὑποκορίζεται , καὶ δεῖν φησι τοῖς περὶ θεῶν μύθοις πιστεύειν, ὡς μηδὲν ἔχουσιν ἐν ὑπονοίαις ἐξ αὐτῶν δηλούμενον.

ἤδη δέ ποτε τῶν παλαιῶν μύθων τὴν οἰκείαν θεολογίαν ἀφορίσας, περί τε οὐρανοῦ καὶ ἡλίου καὶ σελήνης καὶ ἄστρων, καὶ ἔτι περὶ τοῦ σύμπαντος κόσμου , καὶ τῶν τούτου μερῶν κεχωρισμένως φυσιολογήσας, ἰδίως πάλιν καὶ ἀφωρισμένως περὶ τῶν πάλαι γενεαλογηθέντων θεῶν ὧδέ πως αὐτοῖς ῥήμασιν ἐν τῷ Τιμαίῳ διέξεισιν