Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟ Εἰκότως ἄρα ἀρχήν ποθεν ἡ δεισιδαιμονία λαβοῦσα κακίας ἀνοήτου γέγονε πηγή· ἔπειτα μὴ ἀνακοπεῖσα, ἀλλ’ εἰς ἐπίδοσιν ἐλθοῦσα καὶ πολλὴ δὴ ῥυεῖσα δημιουργὸς πολλῶν καθίσταται δαιμόνων, ἑκατόμβας ποιοῦσα καὶ πανηγύρεις ἐπιτελοῦσα καὶ ἀγάλματα ἀνιστᾶσα καὶ νεὼς ἀνοικοδομοῦσα· οὓς δὴ — οὐδὲ γὰρ τοῦτο σιωπήσομαι , πρὸς δὲ καὶ αὐτὸ ἐλέγξω — νεὼς μὲν εὐφήμως ὀνομαζομένους , τάφους δὲ γενομένους, τουτέστι τοὺς τάφους νεὼς ἐπικεκλημένους. ὑμεῖς δὲ ἀλλὰ κἂν νῦν δεισιδαιμονίας ἐκλάθεσθε, λάθεσθε, τοὺς τάφους τιμᾶν αἰσχυνόμενοι. "

‟ Ἐν τῷ ναῷ τῆς Ἀθηνᾶς ἐν Λαρίσσῃ ἐν τῇ ἀκροπόλει τάφος ἐστὶν Ἀκρισίου, Ἀθήνησι δὲ ἐν τῇ ἀκροπόλει Κέκροπος, ὥς φησιν Ἀντίοχος ἐν τῷ ἐνάτῳ τῶν ἱστοριῶν.

τί δὲ Ἐριχθόνιος; οὐχὶ ἐν τῷ [*](14 Κλήμης — Προτρεπτικῷ] c. 3. 4. p. 39.)

v.1.p.89
ναῶ τῆς Πολιάδος κεκήδευται; Ἴμμαρος δὲ ὁ Εὐμόλπου καὶ Δαείρας οὐχὶ ἐν τῷ περιβόλῳ κεκήδευται τοῦ Ἐλευσινίου τοῦ ὑπὸ τῇ ἀκροπόλει; αἶ δὲ Κελεοῦ θυγατέρες ἐν Ἐλευσῖνι τετάφαται;

τί σοι καταλέγω τὰς ἐξ Ὑπερβορέων γυναῖκας ; Ὑπερόχη καὶ Λαοδίκη κέκλησθον , ἐν τῷ Ἀρτεμισίῳ ἐν Δήλῳ κεκήδευσθον, τὸ δὲ ἐν τῷ Ἀπόλλωνος τοῦ Δηλίου ἐστὶν ἱερῷ.

Λέανδρος δὲ Κλεόμαχον ἐν Μιλήτῳ τετάφθαι ἐν τῷ Διδυμαίῳ φησίν. ἐνταῦθα τῆς Λευκοφρύνης τὸ μνῆμα οὐκ ἄξιον παρελθεῖν, ἑπομένους Ζήνωνι τῷ Μυνδίῳ, ἣ ἐν τῷ ἱερῷ τῆς Ἀρτέμιδος ἐν Μαγνησίᾳ κεκήδευται· οὐδὲ μὴν τὸν ἐν τῷ Τελμησσῷ τοῦ Ἀπόλλωνος βωμόν· μνῆμα εἶναι καὶ τοῦτον Τελμησσέως τοῦ μάντεως ἱστοροῦσι.

Πτολεμαῖος δὲ ὁ τοῦ Ἀγησάρχου ἐν τῷ πρώτῳ τῶν περὶ τὸν Φιλοπάτορα ἐν Πάφῳ λέγει ἐν τῷ τῆς Ἀφροδίτης ἱερῷ Κινύραν τε καὶ τοὺς Κινύρου ἀπογόνους κεκηδεῦσθαι.

ἀλλὰ γὰρ ἐπιόντι μοι τοὺς προσκυνουμένους ὑμῖν τάφους ἐμοὶ μὲν οὐδὲ ὁ πᾶς ἂν ἀρκέσαι χρόνος · ὑμᾶς δὲ εἰ μὴ ὑπεισέρχεταί τις αἰσχύνη τῶν τολμωμένων, νεκροὶ ἄρα τέλεον νεκροῖς πεπιστευκότες περιέρχεσθε·

  • ἁ δειλοὶ, τί κακοὶ τόδε πάσχετε;’
  • Καὶ μετ’ ὀλίγα φησί

    ‟ Καινὸν δὲ ἄλλον ἐν Αἰγύπτῳ, ὀλίγου δεῖν καὶ παρ’ Ἕλλησι, σεβασμίως τεθείακε θεὸν ὁ βασιλεὺς ὁ Ῥωμαίων, τὸν ἐρώμενον ὡραιότατον σφόδρα γενόμενον Ἀντίνοον ἀνιέρωσεν οὗτος, ὡς Γανυμήδην ὁ Ζεύς·

    οὐ γὰρ κωλύεται ῥᾳδίως ἐπιθυμία φόβον οὐκ ἔχουσα · καὶ νύκτας ἱερὰς τὰς Ἀντινόου προσ [*](24 μετ’ ὀλίγα] c. 4. p. 43.)

    v.1.p.90
    κυνοῦσιν ἄνθρωποι νῦν, ἃς αἰσχρὰς ἠπἵστατο ὁ συναγρυπνήσας ἐραστής. "

    Καὶ ἐπάγει

    ‟ Ἤδη δὲ ὁ τάφος τοῦ ἐρωμένου νεώς ἐστιν Ἀντινόον καὶ πόλις· καθάπερ γὰρ, οἶμαι, οἱ ναοὶ, οὕτω καὶ οἱ τάφοι θαυμάζονται, πυραμίδες καὶ μαυσώλια καὶ λαβύρινθοι ]· ἄλλοι ναοὶ τῶν νεκρῶν, ὡς ἐκεῖνοι τάφοι τῶν θεῶν. "

    Καὶ πάλιν μετ’ ὀλίγα

    ῾ Ἴθι δὴ καὶ τοὺς ἀγῶνας ἐν βραχεῖ περιοδεύσωμεν καὶ τὰς ἐπιτυμβίους ταυτασὶ πανηγύρεις καταλύσωμεν, Ἴσθμιά τε καὶ Νέμεα καὶ Πύθια καὶ τὰ ἐπὶ τούτοις Ὀλύμπια. Πυθοῖ μὲν οὖν ὁ δράκων ὁ Πύθιος θρησκεύεται καὶ τοῦ ὄφεως ἡ πανήγυρις καταγγέλλεται Πύθια, Ἰσθμοῖ δὲ σκύβαλον προσέπτυσεν ἐλεεινὸν ἡ θάλασσα, καὶ Μελικέρτην ὀδύρεται τὰ Ἴσθμια, Νεμέασι δὲ ἄλλο παιδίον Ἀρχέμορος κεκήδευται, καὶ τοῦ παιδίου ὁ ἐπιτάφιος προσαγορεύεται Νέμεα. Πῖσα δ’ ἐστὶν ἐν ὑμῖν τάφος, ὠ Πανέλληνες, 5 ἡνιόχου Φρυγὸς , καὶ τοῦ Πέλοπος τὰς χοὰς τὰ Ὀλύμπια ὁ Φειδίου σφετερίζεται Ζεύς. "

    Ταῦτα μὲν οὗτος· σὺ δὲ τὸν λόγον ἐξ ἀρχῆς ἀναλαβὼν τῆς δεισιδαίμονος πλάνης ἐπίσκεψαι τὴν διάπτωσιν. φύσει μὲν οὖν καὶ αὐτοδιδάκτοις ἐννοίαις, μᾶλλον δὲ θεοδιδάκτοις, καλόν τι καὶ ὠφέλιμον τυγχάνειν , τὸ σημαῖνον τὴν τοῦ θεοῦ προσηγορίαν τε καὶ οὐσίαν· πάντες γὰρ ἄνθρωποι κοινοῖς λογισμοῖς προειλήφεσαν , τοῦ τῶν ὅλων δημιουργοῦ τοῦτο πάσῃ λογικῇ καὶ νοερᾷ ψυχῇ φυσικαῖς ἐννοίαις ὐποσπείραντος.

    οὐ μὴν καὶ τῇ προαιρέσει τῇ [*](9 Καὶ πάλιν] c. 2. p. 29.)

    v.1.p.91
    κατὰ λόγον ἐκέχρηντο· εἷς μὲν γάρ που τάχα τις καὶ δεύτερος, ἢ καί τινες ἄλλοι κομιδῆ βραχεῖς, ὧν τὴν μνήμην τὰ Ἑβραίων περιέχει λόγια, εἰς οὐδὲν τῶν ὁρωμένων ἐφαρμόσαντες τὴν περὶ θεοῦ ἔννοιαν, ἀδιαστρόφοις δὲ τοῖς λογισμοῖς ἐπὶ τὸν τοῦ σύμπαντος κόσμου δημιουργὸν καὶ τὸν μέγαν τῶν ὅλων ποιητὴν ἐκ τῶν ὁρωμένων ἀναγαγόντες, διανοίας ὄμμασι κεκαθαρμένοις μόνον αὐτὸν εἶναι θεὸν, τὸν πάντων σωτῆρα, καὶ μόνον ἀγαθῶν δοτῆρα συνενόησαν οἱ δὲ λοιποὶ παντοίᾳ ψυχῆς ἀμαυρώσει περιτραπέντες κατὰ βυθὸν ἀσεβείας ἠνέχθησαν, ὥστε θηρίων ἀγρίων τρόπον τὸ καλὸν καὶ συμφέρον καὶ ἀγαθὸν μέχρι σωμάτων καὶ σαρκὸς ἡδονῆς στῆσαι.

    ταύτῃ δὲ κατὰ τὰ προειρημένα τοὺς τῶν νενομισμένων τοῦ σώματος καλῶν καὶ χρησίμων εὑρετὰς, ἢ καὶ δυνάστας τινὰς καὶ τυράννους , ἢ καὶ γόητας καὶ φαρμακέας ἄνδρας, τὴν φύσιν θνητοὺς καὶ ἀνθρωπίναις κεχρημένους συμφοραῖς, ὡς ἀγαθῶν χορηγοὺς, σωτῆρας καὶ θεοὺς ἀναγορεύειν, τὴν σεβάσμιον ἔννοιαν φυσικῶς αὐτοῖς ἐνυπάρχουσαν ἐφ’ οὓς ἐνόμιζον εὐεργέτας μετατεθεικότες.

    τοσαύτη δ’ ἄρα συνεῖχεν αὐτοὺς φρενῶν ἀποπληξία , ὡς μηδὲν τῶν πλημμελουμένων τοῖς θεολογουμένοις ὑπολογίξεσθαι, μηδ’ ἐρυθριᾶν ἐπὶ τοῖς αἰσχρῶς περὶ αὐτῶν φημιζομένοις, τὰ πάντα δὲ τοὺς ἄνδρας διὰ τὰς παρ’ αὐτῶν παρεχομένας ὠφελείας, ἢ καὶ διὰ τὰς τότε πρῶτον συνισταμένας δυναστείας τε καὶ τυραννίδας ἀποθαυμάζειν.

    νόμων γοῦν , ὥσπερ ἔφην ἤδη πρότερον, μηδέπω τότε ἐν ἀνθρώποις πολιτευομένων, μηδ’ ἐπὶ τοῖς ἁμαρτανομένοις τιμωρίας ἐπῃωρημένης, μοιχείας καὶ ἀρρένων φθορὰς, ἐκθέσμους τε καὶ παρανόμους γάμους, μιαιφονίας τε καὶ πατροκτονίας,

    v.1.p.92
    τέκνων τε καὶ ἀδελφῶν σφαγὰς , ναὶ μὴν καὶ πολέμους καὶ στάσεις πεπραγμένας ὄντως τοῖς οἰκείοις προστάταις, οὓς θεοὺς ἡγοῦντό τε καὶ ἀπεκάλουν, ὥσπερ ἐν μέρει κατορθωμάτων καὶ ἀνδραγαθίας ἀπεμνημόνευον, τὴν τούτων μνήμην ὡς σεμνῶν καὶ ἀνδρείων τοῖς ὀψιγόνοις ἀπολιπόντες.

    Τοιαῦτα ἦν τὰ τῆς παλαιᾶς θεολογίας, ἣν μεταβαλόντες νέοι τινὲς, χθὲς καὶ πρώην ἐπιφυέντες, λογικώτερόν τε φιλοσοφεῖν αὐχοῦντες, τὴν δὴ φυσικωτέραν τῆς περὶ θεῶν ἱστορίας δόξαν εἰσηγήσαντο, σεμνοτέρας εὺρεσιλογίας τοῖς μύθοις προσεπινοήσαντες, καὶ μήτε πάντη τῶν προπατόρων τὸ πλημμελὲς τῆς δυσσεβείας ἐκφυγόντες μήτ’ αὖ πάλιν τὴν αὐτόθεν προφαινομένην τῶν θεολογουμένων μοχθηρίαν ὑπομείναντες.

    θεραπεῦσαι δ’ οὖν ὅμως οἵδε τὸ πατρικὸν ἁμάρτημα προθυμηθέντες ἐπὶ φυσικὰς διηγήσεις καὶ θεωρίας τοὺς μύθους μετεσκευάσαντο, τὰ θρεπτικὰ καὶ αὐξητικὰ τῆς τῶν σωμάτων φύσεως ταῦτ’ εἶναι τὰ διὰ τῶν μύθων δηλούμενα ὡς δὴ μυστικώτερον κομπάσαντες.

    ἔνθεν ἀνιόντες καὶ οἵδε τὰ στοιχεῖα τοῦ κόσμου θεοὺς ἐπεφήμισαν , οὐκ αὐτὸ μόνον ἥλιον καὶ σελήνην καὶ ἄστρα, προσέτι δὲ γῆν καὶ ὕδωρ, ἀέρα τε καὶ πῦρ, τά τε ἐκ τούτων συγκρίματά τε καὶ ἀποτελέσματα, ναὶ μὴν καὶ τοὺς ὡραίους ἀπὸ τῆς γῆς καρποὺς, καὶ τὰ λοιπὰ τῆς ξηρᾶς καὶ ὑγρὰς τροφῆς βλαστήματα , ἃ καὶ αὐτὰ, ὡς ἂν τῆς τῶν σωμάτων ζωῆς αἴτια, Δήμητρα καὶ Κόρην καὶ Διόνυσον καὶ ὅσα ἄλλα τούτοις ἐμφερῆ προσειπόντες τεθειάκασι, βεβιασμένον καὶ οὐκ ἀληθῆ τῶν μύθων τὸν καλλωπισμὸν εἰσηγησάμενοι.

    ἀλλ’ οὗτοι μὲν ὀψέ ποτε, ὡς ἂν ἐπαισχυνόμενοι τὰς τῶν προγόνων θεολογίας, οἴκοθεν ἃς ἕκαστος

    v.1.p.93
    ἐφεῦρε σεμνολογίας τοῖς περὶ θεῶν μύθοις προσεπενόησαν, κινεῖν τὰ πάτρια τολμῶντος οὐδενὸς, περὶ πολλοῦ δὲ τὴν ἀρχαιότητα καὶ τὴν συνήθη καὶ σύντροφον ἐκ παίδων ἀγωγὴν τιμώμενοι.

    οἵ γε μὴν τούτων πρεσβύτεροι ἐν ἴσῳ τῇ τῶν ἀνδρῶν θεοποιίᾳ καὶ τὰς τῶν ἀλόγων ζῴων ἐκθεώσεις διετάξαντο διὰ τὸ καὶ ἐξ αὐτῶν χρήσιμον κατὰ τὰς πρόσθεν ἀποδοθείσας αἰτίας, καὶ τοῖς ἀλόγοις θηρίοις τὰς ἴσας ἀφιέρωσαν θρησκείας, σπονδαῖς καὶ θυσίαις καὶ μυστικαῖς τελεταῖς, ὕμνοις τε καὶ ᾠδαῖς, ὁμοίως τοῖς τεθεοποιημένοις ἀνδράσι καὶ τὰς τούτων τιμὰς ἐπάραντες· εἰς τοσοῦτον δὲ ἄρα κακῶν ἤλαυνον ὡς δι’ ὑπερβολὴν ἡδυπαθείας ἀκρατοῦς τὰ ὁλκὰ πρὸς αἰσχρουργίαν μέρη τοῦ σώματος τά τε ἀκόλαστα ἐν ἀνθρώποις πάθη ταῖς ἰσοθέοις ἐκθειάσαι τιμαῖς, μηδὲν τὸ παράπαν ἐν τούτοις χρῆναι σεμνολογεῖν τῶν δὴ θεολόγων αὐτῶν ἀποφηναμένων.