Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τῆς μὲν οὖν Ἑλληνικῆς θεολογίας , λέγω δὲ τῆς πανδήμου καὶ μυθικωτέρας καὶ πολὺ πρότερον τῆς παρὰ Φοίνιξι καὶ Αἰγυπτίοις τοῖς τε ἄλλοις, ὧν τὴν μνήμην οἱ πρὸ τούτου περιέσχον λόγοι, τοιόσδε τις ὁ τρόπος ἀποδέδεικται, οἷος διὰ τῶν προεκτεθεισῶν φωνῶν αὐτῶν δὴ τῶν Ἑλληνικῶν συγγραφέων προδεδήλωται· ὃν καὶ εἰκότως ἐν ἀρχαῖς τῆς προκειμένης Εὐαγγελικῆς Προπαρασκευῆς εἰς διάγνωσίν τε καὶ ἐπίκρισιν τοῖς ἐντευξομένοις προτεθείκαμεν , ὡς ἂν αὐτοὶ μάθοιμεν ἡμεῖς τε αὐτοὶ καὶ οἶ τῶνδε εἰσέτι νῦν ἄπειροι τίνες ὄντες πάλαι πρότερον, καὶ οἵων ἐκ πατέρων φύντες, πηλίκοις τε τὸ πρὶν κακοῖς πεπεδημένοι, δυσσεβείας τε ὁπόσῃ καὶ ἀγνωσίας θεοῦ μέθῃ τὰς ψυχὰς κατορωρυγμένοι τῆς τούτων ἁπάντων ἀνανεύσεως καὶ ἐλευθερίας ἠξιώθημεν διὰ μιᾶς μόνης τῆς εὐαγγελικῆς διδασκαλίας, οὐκ ἄλλως ἡμῖν πρυτανευθείσης ἢ δι’ ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν

v.1.p.87
Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ·

ὃς οὐ μέρει γῆς, οὐδ’ έν γωνίᾳ χώρας ἔθνους ἑνὸς, καθ’ ὅλης δὲ τῆς οἰκουμένης, ἐν ᾗ τὰ τῆς μάλιστα δεισιδαίμονος πλάνης ὑπερίσχυσεν, οἷά τις νοερῶν καὶ λογικῶν ψυχῶν ἥλιος, τὰς τοῦ οἰκείου φωτὸς ἐφαπλώσας ἀκτῖνας, ὁμοῦ πᾶν γένος ἀνθρώπων, βαρβάρων τε καὶ Ἑλλήνων, ὥσπερ ἐξ ἀχλύος δεινῆς καὶ ζοφερωτάτης τε καὶ ἀειδοῦς νυκτὸς τῆς δεισιδαίμονος πλάνης ἐπὶ λαμπρὰν καὶ διαυγεστάτην ἡμέραν τῆς ἀληθοῦς εὐδεβείας τοῦ παμβασιλέως θεοῦ πάντας ἡμὰς μετεστήσταο.

διαρρήδην γοῦν αἱ προπαρατεθεῖσαι φωναὶ νεκρῶν εἴδωλα καὶ ἀνδρῶν πάλαι κατοιχομένων εἰκόνας πάντας πανδημὶ τοὺς ἀμφὶ τὴν πολύθεον πλάνην κατά τε πόλεις καὶ κώμας ἐπτοημένους θεραπεύειν τε καὶ περιέπειν ἐδίδαξαν· τῶν πάλαι ἀνδρῶν δι’ ὑπερβάλλουσαν τοῦ τότε βίου θηριωδίαν θεοῦ μὲν τοῦ πάντων δημιουργοῦ μηδένα λόγον ποιουμένων, μηδὲ τῆς θείας καὶ ἐπὶ τοῖς πλημμελουμένοις τιμωροῦ δίκης ἐμπαζομένων, εἰς πάσας δὲ ἀνοσιουργίας καταβαλλόντων.

οὔπω γὰρ εἰσέτι τότε νόμων καθ’ οὓς χρὴ βιοῦν συνεστώτων , οὐδέ γε τῆς ἡμέρου πολιτείας ἐν ἀνθρώποις κατατεταγμένης, ἀνειμένου δὲ καὶ νομαδικοῦ τοῦ βίου θηριώδους τε καθεστῶτος, τοῖς μὲν θρεμμάτων ἀλόγων δίκην τῶν τῆς γαστρὸς ἀποπληρώσεων πλέον οὐδὲν ἔμελεν, οἷς καὶ πρῶτος ἀθεότητος ὑποικουρεῖ τρόπος· οἱ δ’ εἰς βραχύ τι φυσικαῖς ἐννοίαις ἀνακινούμενοι θεὸν καὶ θεοῦ δύναμιν σωτήριόν τι καὶ ἀγαθὸν εἶναι χρῆμα διενοήθησαν, εὑρεῖν δὲ τοῦτον ἐθελήσαντες ἄνω μὲν τὰς ψυχὰς εἰς οὐρανὸν ἔτειναν , αὐτόθι δὲ τῇ διανοίᾳ στάντες. καὶ τῶν κατ’ οὐρανὸν φαινόντων τε καὶ φαινομένων φωστήρων καταπλαγέντες τὰ κάλλη,

v.1.p.88
ταῦτ’ εἶναι θεοὺς ἀπεφήναντο.

τρίτοι δὲ ἄλλοι σφᾶς αὐτοὺς ἐπὶ γῆς ῥίψαντες τοὺς ἐπὶ συνέσει τῶν κατ’ αὐτοὺς προφέρειν νενομισμένους, ἢ καὶ ῥώμῃ σώματος καὶ δυναστείας ἰσχύι τῶν πλειόνων ἐπικρατήσαντας , γίγαντάς τινας , ἢ τυράννους, ἢ καὶ γόγτας καὶ φαρμακέας ἄνδρας, ἔκ τινος τῶν θειοτέρων ἀποπτώσεως τὰς κακοτέχνους γοητείας συνεσκευασμένους, ἢ καὶ τοὺς ἄλλους κοινῆς τινὸς καὶ βιωφελοῦς εὐεργεσίας προάρξαντας , ζῶντάς τε ἔτι καὶ μετὰ τελευτὴν θεοὺς ἐπεφήμισαν.

ἔνθεν αὐτοῖς καὶ οἶ τῶν θεῶν οἶκοι νεκρῶν εἶναι τάφοι μνημονεύονται, ὡς ὁ Κλήμης ἐν τῷ πρὸς Ἕλληνας Προτρεπτικῷ ἱστορεῖ, τοῦ λόγου μάρτυρας αὐτοὺς Ἕλληνας ἐπαγόμενος. εἰ δέ σοι φίλον, αὖθις καὶ τούτου τόνδε γρά φοντος ἄκουε ’τον τρόπον