Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟ Ἄδυτα τοίνυν ἄθεα μὴ πολυπραγμονεῖτε, d μηδὲ βαράθρων στόματα τερατείας ἔμπλεα, ἢ λέβητα Θεσπρώτειον, , ἢ τρίποδα Κιρραῖον, ἢ Δωδωναῖον [*](21 Κλήμης — Προτρεπτικῷ] c. 2. ῥ’. 10.)

v.1.p.77
χαλκεῖον, γεράνδρυον δὲ ψάμμοις ἐρήμαις τετιμημένον καὶ τὸ αὐτόθι μαντεῖον αὐτῇ δρυὶ· μεμαρασμένον μύθοις γεγηρακόσι καταλείψατε.

σεσίγηται γοῦν ἡ Κασταλίας πηγὴ, καὶ Κολοφῶνος ἄλλη πηγὴ, καὶ τὰ ἄλλα ὁμοίως τέθνηκε νάματα μαντικά. καὶ δὴ τοῦ τύφου κενὰ ὀψὲ μὲν ὅμως δ’ οὖν διελήλεγκται τοῖς ἰδίοις συνεκρεύσαντα μύθοις.

διήγησαι ἡμῖν καὶ τῆς ἄλλης μαντικῆς. μᾶλλον δὲ μανικῆς τὰ ἄχρηστα χρηστήρια, τὸν Κλάριον , τὸν Πύθιον, τὸν Διδυμέα, τὸν Ἀμφιάρεω , τὸν Ἀπόλλω , τὸν Ἀμφίλοχον·

εἰ δὲ βούλει καὶ τερατοσκόπους καὶ οἰωνοσκόπους καὶ τοὺς ὀνείρων κριτὰς ἀνιέρου σὺν αὐτοῖς· στῆσον δὲ ὁμοῦ παρὰ τὸν Πύθιον ἄγων τοὺς ἀλευρομάντεις καὶ κριθομάντεις καὶ τοὺς εἰσέτι παρὰ τοῖς πολλοῖς τετιμημένους ἐγγαστριμύθους · ναὶ μὴν ἄδυτα Αἰγυπτίων καὶ Τυρρηνῶν νεκυομαντεῖαι σκότῳ παραδεδόσθων · μανικὰ ταῦτα ὡς ἀληθῶς ἀνθρώπων ἀπίστων σοφιστήρια καὶ πλάνης ἀκράτου κυβευτήρια.

συνέμποροι τῆσδε τῆς γοητείας αἶγες αἱ ἐπὶ μαντικὴν ἠσκημέναι μέναι καὶ κόρακες ἀνθρώποις χρᾶν ὑπ’ ἀνθρώπων διδασκόμενοι. "

Τί δ’ εἴ σοι καταλέγοιμι τὰ μυστήρια; οὐκ ἐξορχήσομαι μὲν ὥσπερ Ἀλκιβιάδην λέγουσιν, ἀπογυμνώσω δὲ εὖ μάλα ἀνὰ τὸν τῆς ἀληθείας λόγον τὴν γοητείαν τὴν ἐγκεκρυμμένην αὐτοῖς, καὶ αὐτούς γε τοὺς καλουμένους ὑμῶν θεοὺς, ὣν αἱ τελεταὶ μυστικαὶ, οἷον ἐπὶ σκηνῆς τοῦ βίου τοῖς ἀληθείας ἐγκυκλήσω θεαταῖς.

Διόνυσον μαινόλην ὀργιάζουσι Βάκχοι ὠμοφαγίᾳ τὴν ἱερομηνίαν ἄγοντες, καὶ τελίσκουσι τὰς κρεανομίας τῶν φόνων, ἀνεστεμμένοι τοῖς ὄφεσιν, ἐπολολύζοντες Εὐαν Εὖαν ἐκείνην, δι’ ἣν ἡ πλάνη παρηκολούθησε καὶ ὁ θάνατος ἐπηκολούθησε] ·

v.1.p.78
καὶ σημεῖον ὀργίων Βακχικῶν ὄφις ἐστὶ τετελεσμένος.

αὐτίκα γοῦν κατὰ τὴν ἀκριβῆ τῶν Ἑβραίων φω- νὴν τὸ ὄνομα τὸ Εὗα δασυνόμενον ἑρμηνεύεται ὄφις ἡ θήλεια. Δηὼ δὲ καὶ Κόρη δρᾶμα ἤδη ἐγενέσθην μυστικὸν, καὶ τὴν πλάνην καὶ τὴν ἁρπαγὴν καὶ τὸ πένθος αὐταῖν Ἐλευσίς δᾳδουχεῖ.”

“Καί μοι δοκεῖ τὰ ὄργια καὶ τὰ μυστήρια δεῖν ἐτυμολογεῖν, τὰ μὲν ἀπὸ τῆς ὀργῆς τῆς Δηοῦς τῆς πρὸς Δία γεγενημένης, τὰ δὲ ἀπὸ τοῦ μύσους τοῦ συμβεβηκότος περὶ τὸν Διόνυσον· εἰ δὲ καὶ ἀπὸ Μυοῦντός τινος Ἀττικοῦ, ὃν ἐν κυνηγίᾳ διαφθαρῆναι Ἀπολλόδωρος λέγει, οὐ φθόνος ὑμῶν δεδοξάσθαι τὰ μυστήρια ἐπιτυμβίῳ [φωνῇ καὶ] τιμῇ.

πάρεστι δὲ καὶ ἄλλως μυθάριά σοι νοεῖν, ἀντιστοιχούντων τῶν γραμμάτων, τὰ μυστήρια. θηρεύουσι γὰρ, εἰ καὶ ἄλλοι τινὲς, ἀτὰρ δὴ καὶ οἱ μῦθοι οἱ τοιοίδε Θρᾳκῶν τοὺς βαρβαρικωτάτους, Φρυγῶν τοὺς ἀνοητοτάτους, Ἑλλήνων τοὺς δεισιδαίμονας.

ὄλοιτο οὖν ὁ τῆσδε ἄρξας τῆς ἀπάτης ἀνθρώποις, εἴτε ὁ Δάρδανος ὁ μύθους θεῶν καταδείξας τὰ μυστήρια, εἴτε Ἠετίων ὁ τὰ Σαμοθρᾳκῶν ὄργια καὶ τελετὰς ὑποστησάμενος, εἴτε ὁ Φρὺξ ἐκεῖνος ὁ Μίδας, ὁ παρὰ τοῦ Ὀδρύσου μαθὼν, ἔπειτα διαδοὺς τοῖς ὑποτεταγμένοις ἔντεχνον ἀπάτην.

οὐ γάρ με ὁ Κύπριος ὁ νησιώτης Κινύρας παραπείσαι ποτ᾿ ἂν, τὰ περὶ τὴν Ἀφροδίτην μαχλῶντα ὄργια ἐκ νυκτὸς ἡμέρᾳ παραδοῦναι τολμήσας, φιλοτιμούμενος θειάσαι πόρ- νην πολίτιδα.

Μελάμποδα δὲ τὸν Ἀμυθάονος ἄλλοι φασὶν ἐξ Αἰγύπτου μετακομίσαι τῇ Ἑλλάδι τὰς Δηοῦς ἑορτὰς, πένθος ὑμνούμενον. τούτους ἔγωγ᾿ ἂν ἀρχεκάκους φήσαιμι μύθων ἀθέων καὶ δεισιδαι-

v.1.p.79
μονίας ὀλεθρίου πατέρας, σπέρμα κακίας καὶ φθορᾶς ἐγκαταφυτεύσαντας τῷ βίῳ τὰ μυστήρια.’’

Ἤδη δὲ, καὶ γὰρ καιρὸς, αὐτὰ ὑμῶν τὰ ὄρ- για ἐξελέγξω ἀπάτης καὶ τερατείας ἔμπλεα. καὶ εἰ μεμύησθε , μᾶλλον ἐπιγελάσεσθε τοῖς μύθοις ὑμῶν τούτοις τοῖς τιμωμένοις. ἀγορεύσω δὲ ἀναφανδὸν τὰ κεκρυμμένα, οὐκ αἰδούμενος λέγειν ἃ προσκυνεῖν οὐκ αἰσχύνεσθε.

ἡ μὲν οὖν ἀφρογενὴς καὶ κυπρογενὴς καὶ Κινύρᾳ φίλη, τὴν Ἀφροδίτην λέγω, τὴν‘φιλο- μήδεα, ὅτι μηδέων ἐξεφαάνθη , μηδέων ἐκείνων τῶν ἀποκεκομμένων Οὐρανοῦ, τῶν λάγνων, τῶν μετὰ τὴν τομὴν τὸ κῦμα βεβιασμένων , ὡς ἀσελγῶν ὑμῖν μο— ῥίων ἄξιος Ἀφροδίτη γίνεται καρπὸς, ἐν ταῖς τελε- ταῖς ταύτης τῆς πελαγίας ἡδονῆς , τεκμήριον τῆς γο- νῆς , ἁλῶν χόνδρος , καὶ φαλλὸς τοῖς μυουμένοις τὴν τέχνην τὴν μοιχικὴν ἐπιδέδοται· νόμισμα δὲ εἰσφέ- ρουσιν αὐτῇ οἱ μυούμενοι ὡς ἑταίρᾳ ἐρασταί.

" Δῃοῦς δὲ μυστήρια καὶ Δῖός πρὸς μητέρα Δήμητρα ἀφροδίσιοι συμπλοκαὶ καὶ μῆνις, οὐκ οἶδ’ ὅ τι φῶ λοιπὸν , μητρὸς ἢ γυναικὸς , τῆς Δῃοῦς ’ ἧς δὴ χάριν Βριμὼ προσαγορευθῆναι λέγεται· ἱκετηρίαι Δῖός καὶ πόμα χολῆς καὶ καρδιουλκίαι καὶ ἀρρητουρ- γίαι·

ταῦτα οἶ Φρύγες τελίσκουσιν Ἄττιδι καἰ Κυβέλῃ καὶ Κορύβασι. τεθρυλήκασι δὲ ὡς ἄρα ἀπο- σπάσας ὁ Ζεὺς τοὐ κριοῦ τοὺς διδύμους φέρων ἐν μέσοις ἔρριψε τοῖς κόλποις τῆς Δῃοῦς, τιμωρίαν ψευδῆ τῆς βιαίας συμπλοκῆς ἐκτιννύων , ὡς ἑαυτὸν δῆθεν ἐκτεμών.

τὰ σύμβολα τῆς μυήσεως ταύ- τῆς ἐκ περιουσίας παρατεθέντα οἶδ’ ὅτι κινήσει γἐ- λωτα καὶ μὴ γελασείουσιν ὑμῖν διὰ τοὺς ἐλέγχους. ἐκ τυμπάνου ἔφαγον, ἐκ κυμβάλου ἔπιον, ἐκερνοφό-

v.1.p.80
ρησα, ὑπὸ τὸν παστὸν ὑπέδυν. ταῦτα οὐχ ὕβρις τὰ σύμβολα; οὐ χλεύη τὰ μυστήρια; "

‟ Τί δ’ εἰ καὶ τὰ ἐπίλοιπα προσθείην; κύει μὲν ἡ Δημήτηρ, ἀνατρέφεται δὲ ἡ κόρη, μίγνυται δ’ αὖθις ὁ γεννήσας οὑτοσὶ Ζεὺς τῇ Φερρεφἀττῃ τῇ ἰδίᾳ θυγατρὶ μετὰ τὴν μητέρα τὴν Δῃῶ, ἐκλαθόμενος τοῦ προτέρου μύσους, καὶ μίγνυται δράκων γενόμενος, ὃς ἦν ἐλεγχθείς.

Σαβαζίων γοῦν μυστηρίων σύμβολον τοῖς μυουμένοις ὁ διὰ κόλπου θεός· δράκων δέ ἐστιν οὗτος διολκούμενος τοῦ κόλπου τῶν τελουμένων , ἔλεγχος ἀκρασίας Δῖός. κύει καὶ ἡ Φερρέφαττα παῖδα ταυρόμορφον.