Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Φρύγες δέ φασι Μῄονα βασιλεύσαντα τῆς Φρυγίας παῖδα Κυβέλην κτήσασθαι, ἣν καὶ σύριγγα πρώτην εὑρεῖν, κληθῆναί τε ὀρείαν μητέρα. Μαρσύαν δὲ τὸν Φρύγα πρὸς ταύτην φιλίαν ἔχοντα πρῶτον αὐλοὺς συστήσασθαι, διατελέσαι δὲ μέχρι τελευτῆς ἀπείρατον ἀφροδισίων.

τὴν δὲ Κυβέλην συνελθοῦσαν εἰς ὁμιλίαν Ἄττιδι γενέσθαι ἐγκύμονα. οὗ γνωσθέντος ὁ ταύτης πατὴρ τὸν Ἄττιν ἀναιρεῖ καὶ τὰς τροφούς· τὴν δὲ Κυβέλην ἐμμανῆ γενομένην ἐπὶ τὴν χώραν ἐκπηδῆσαι, ἐκεῖσέ τε ὀλολύζουσαν καὶ τυμπανίζουσαν διατελεῖν.

συνεῖναι δὲ αὐτῇ Μαρσύαν, ὃν εἰς ἅμιλλαν περὶ μουσικῆς ἐλθόντα τῷ Ἀπόλλωνι καὶ ἡττηθέντα ζῶντα ὑπὸ τοῦ Ἀπόλλωνος ἐκδαρῆναι.

τὸν δὲ Ἀπόλλωνα ἐρασθέντα τῆς Κυβέλης συμπλακῆναι αὐτῇ μέχρι τῶν Ὑπερβορέων, κελεῦσαί τε θάψαι τὸ Ἄττιδος σῶμα καὶ τιμὰν ὡς θεὸν τὴν Κυβέλην. διόπερ εἰσέτι καὶ σήμερον τοὺς Φρύγας τοῦτο ποιεῖν, θρηνοῦντας τοῦ μειρακίου τὸν θάνατον, βωμούς τε ἱδρυσαμένους θυσίαις Ἄττιν τε καὶ τὴν Κυβέλην τιμᾶν.

ὕστερον δὲ ἐν Πισινοῦντι τῆς Φρυγίας κατασκευάσαι νεὼν πολυτελῆ, καὶ τιμὰς καὶ θυσίας καταδεῖξαι μεγαλοπρεπεστάτις.”

“Μετὰ δὲ τὴν Ὑπερίονος τελευτὴν τοὺς Οὐρανοῦ παῖδας διελέσθαι τὴν βασιλείαν, ὧν ὑπάρχειν ἐπιφανεστάτους Ἄτλαντα καὶ Κρόνον. τούτων δὲτὸν Ἄτλαντα λαβεῖν τοὺς παρὰ τὸν Ὠκεανὸν τόπους γενόμενον ἀστρολόγον ἄριστον· ὑπάρξαι δὲ αὐτῶ καὶ θυγατέρας ἑπτὰ, τὰς καλουμένας Ἀτλαντίδας. ταύ- τας δὲ μιγείσας τοῖς εὐφυεστάτοις θεοῖς ἀρχηγοὺς καταστῆναι τοῦ πλείστου γένους, τεκούσας δ᾿ ἀρε-

v.1.p.73
τὴν θεοὺς καὶ ἥρωας, ὧν τὴν πρεσβυτάτην Μαῖαν Διὶ μιγεῖσαν τεκνοποιῆσαι τὸν Ἑρμῆν. "

‟ Τὸν δὲ Κρόνον διαφέροντα πλεονεξίᾳ καὶ ἀσελγείᾳ γῆμαι τὴν ἀδελφὴν Ῥέαν, ἐξ ἧς γεννῆσαι τὸν Δία. γεγονέναι δὲ καὶ ἕτερον Δία, τὸν ἀδελφὸν μῖν Οὐρανοῦ, τῆς δὲ Κρήτης βασιλεύσαντα, τῇ δόξῃ πο)ὺ λειπόμενον τοῦ μεταγενεστέρου.

τοῦτον μὲν οὖν βασιλεῦσαι τοῦ σύμπαντος κόσμου , τὸν δὲ τῆς Κρήτης, καὶ δέκα παῖδας γεννῆσαι τοὺς ὀνομασθένιας Κουρῆτας. δείκνυσθαι δὲ αὐτοῦ φασιν εἰσέτι νῦν τάφον ἐν Κρήτῃ.

δυναστεῦσαι δὲ τὸν Κρόνον κατὰ Σικελίαν καὶ Λιβύην καὶ Ἰταλίαν. τούτου δὲ γενόμενον τὸν Δία τὸν ἐναντίον τῷ πατρὶ βίον ζηλῶσαι. διαδέξασθαι δὲ αὐτὸν τὴν βασιλείαν οἱ μέν φασιν ἑκόντος τοῦ πατρὸς παραχωρήσαντος, οἱ δὲ ὑπὸ τῶν ὄχλων αἱρεθέντα διὰ τὸ μῖσος τὸ πρὸς τὸν πατέρα.

ἐπιστρατεύσαντος δὲ ἐπ’ αὐτὸν τοῦ Κρόνου μετὰ τῶν Τιτάνων κρατῆσαι μάχῃ τὸν Δία καὶ ἐπελθεῖν πᾶσαν τὴν οἰκουμένην. διενεγκεῖν δὲ κύτὸν σώματος ῥώμῃ καὶ ταῖς ἄλλαις ἀρεταῖς, σπουήν τε ποιεῖσθαι πᾶσαν εἰς κόλασιν μὲν τῶν ἀσεβῶν, ἐεργεσίας δὲ τῶν ἀγαθῶν, ἀνθ’ ὧν μετὰ τὴν ἐξ ἀνθώπων μετάστασιν ὀνομασθῆναι Ζῆνα, διὰ τὸ δοκν τοῦ καλῶς ζῆν αἴτιον γενέσθαι τοῖς ἀνθρώποις.

τῶν μὲν οὖν παρὰ τοῖς Ἀτλαντείοις θεολογουμνων τὰ κεφάλαια ταῦτά ἐστι. τούτοις δέ φασι καὶ τς Ἕλληνας συγχρῆσθαι. "

Ταῦτα ὁ Διόδωρος ἐν τῇ τρίτῃ τῶν ἱστοριν. ὁ δ’ αὐτὸς καὶ ἐν τῇ ἕκτῃ ἀπὸ τῆς Εὐημέρου τουΜεσσηνίου γραφὴς ἐπικυροῖ τὴν αὐτὴν θεολογίας ὧδε κατὰ λέξιν φάσκων

v.1.p.74

῾᾿Περὶ θεῶν τοίνυν διττὰς οἱ παλαιοὶ τῶν ἀνθρώπων τοῖς μεταγενεστέροις παραδεδώκασιν ἐννοίας. τοὺς μὲν γὰρ ἀιδίους καὶ ἀφθάρτους εἶναί φασιν, οἶον ἥλιόν τε καὶ σελήνην καὶ τὰ ἄλλα ἄστρα τὰ κατ’ οὐρανὸν, πρὸς δὲ τούτοις ἀνέμους καὶ τοὺς ἄλλους τοὺς τῆς ὁμοίας φύσεως τούτοις τετευχότας· τούτων γὰρ ἕκαστον ἀίδιον ἔχειν τὴν γένεσιν καὶ τὴν διαμονήν· ἑτέρους δὲ λέγουσιν ἐπιγείους γενέσθαι θεοὺς, διὰ δὲ τὰς εἰς ἀνθρώπους εὐεργεσίας ἀθανάτου τετευχότας τιμῆς τε καὶ δόξης , οἶον ‘Ηρακλέα, Διόνυσον, Ἀρισταῖον , καὶ τοὺς ἄλλους τοὺς τούτοις ὁμοίους.

περὶ δὲ τῶν ἐπιγείων θεῶν πολλοὶ καὶ ποικίλοι παραδέδονται λόγοι πάρα τοῖς ἱστορικοῖς τε καὶ μυθογράφοις. καὶ τῶν μὲν ἱστορικῶν Εὐήμερος, ὁ τὴν ἱερὰν ἀναγραφὴν ποιησάμενος, ἰδίως ἀναγέγραφεν , τῶν δὲ μυθολόγων Ὅμηρος καὶ Ἡσίοδος καὶ Ὀρφεὺς καὶ ἕτεροι τοιοῦτοι τερατωδεστέρους μύθους περὶ θεῶν πεπλάκασιν· ἡμεῖς δὲ τὰ παρ’ ἀμφοτέροις ἀναγεγραμμένα πειρασόμεθα συντόμως ἐπιδραμεῖν, στοχαζόμενοι τῆς συμμετρίας. "

‟ Εὐήμερος μὲν οὖν φίλος γεγονὼς Κασάνδρου τοῦ βασιλέως, καὶ διὰ τοῦτον ἠναγκασμένος τε λεῖν βασιλικάς τινας χρείας καὶ μεγάλας ἀποδημία φησὶν ἐκτοπισθῆναι κατὰ τὴν μεσημβρίαν εἰς τὸ ὠκεανόν · ἐκπλεύσαντα δὲ αὐτὸν ἐκ τῆς εὐδαίμονι Ἀραβίας ποιήσασθαι τὸν πλοῦν δι’ ὠκεανοῦ πλείο ἡμέρας. κα προσενεχθῆναι νήσοις πελαγίαις· μίαν ὑπάρχειν τὴν ὀνομαζομένην Παγχαίαν, ἐν ᾑ τ’ θεᾶσθαι τοὺς ἐνοικοῦντας Παγχαίους εὐσεβείᾳ δφέροντας, καὶ τοὺς θεοὺς τιμῶντας μεγαλοπρεπεσ [*](1 Περὶ θεῶν — ] Diodorus Fragm. vol. 2. p. d. Wessel,)

v.1.p.75
ταῖς θυσίαις καὶ ἀναθήμασιν ἀξιολόγοις , ἀργυροῖς τε καὶ χρυσοῖς.

εἶναι δὲ καὶ τὴν νῆσον ἱερὰν θεῶν, καὶ ἕτερα πλείω θαυμαζόμενα κατά τε τὴν ἀρχαιότητα καὶ τὴν τῆς κατασκευῆς πολυτεχνίαν, περὶ - ὧν τὰ κ·ατὰ μέρος ἐν ταῖς πρὸ ταύτης βίβλοις ἀναγεγράφαμεν.

εἶναι δ’ ἐν αὐτῇ κατά τινα λόφον ὑψηλὸν καθ’ ὑπερβολὴν ἱερὸν Δῖός Τριφυλίου , καθιδρυμένον ὑπ’ αὐτοῦ καθ’ ὃν καιρὸν ἐβασίλευσε τῆς οἰκουμένης ἁπάσης ἔτι κατὰ ἀνθρώπους ὤν. ἐν τούτῳ τῷ ἱερῷ στήλην εἶναι χρυσῆν, ἐν ᾑ τοῖς Παγχαίοις γράμμασιν ὑπάρχειν γεγραμμένας τάς τε Οὐρανοῦ καὶ Κρόνου καὶ Δῖός πράξεις κεφαλαιωδῶς

μετὰ ταῦτά φησι πρῶτον Οὐρανὸν βασιλέα γεγονέναι, ἐπιεικῆ τινα ἄνδρα καὶ εὐεργετικόν καὶ τῆς τῶν ἄστρων κινήσεως ἐπιστήμονα · ὃν καὶ πρῶτον θυσίαις τιμῆσαι τοὺς οὐρανίους θεοὺς, διὸ καὶ Οὐρανὸν προσαγορευθῆναι.

υἱοὺς δὲ αὐτῷ γενέσθαι ἀπὸ γυναικὸς Ἑστίας Τιτᾶνα καὶ Κρόνον, θυγατέρας δὲ Ῥέαν καὶ Δήμητρα. Κρόνον δὲ βασιλεῦσαι μετὰ Οὐρανὸν , καὶ γήμαντα Ῥέαν γεννῆσαι Δία καὶ Ἥραν καὶ Ποσειδῶνα.

τὸν δὲ Δία διαδεξάμενον τὴν βασιλείαν τοῦ Κρόνου γῆμαι Ἥραν καὶ Δήμητρα καὶ Θέμιν· ἐξ ὧν παῖδας ποιήσασθαι Κουρῆτας μὲν ἀπὸ τῆς πρώτης , Περσεφόνην δὲ ἐκ τῆς δευτέρας, Ἀθηνᾶν δὲ ἀπὸ τῆς τρίτης.