Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

τοὺς δὲ ταύρους τοὺς ἱεροὺς τὸν Ἄπιν καὶ τὸν Μνεῦιν τιμᾶσθαι παραπλησίως τοῖς θεοῖς , ἅμα μὲν διὰ τὴν γεωργίαν, ἅμα δὲ καὶ διὰ τὸ τὴν εὕρεσιν τῶν καρπῶν αὐτοῖς ἀνατιθέναι.

τοὺς δὲ λύκους τιμᾶσθαι διὰ τὴν πρὸς τοὺς κύνας τῆς φύσεως ὁμοιότητα καὶ ἐπεὶ τὸ παλαιὸν , φασὶ, τῆς Ἴσιδος μετὰ τοῦ παιδὸς Ὤρου μελλούσης διαγωνίζεσθαι πρὸς Τυφῶνα, παραγενέσθαι βοηθὸν ἐξ Ἅιδου τὸν Ὄσιριν τῷ τέκνῳ καὶ τῇ γυναικὶ, λύκῳ τὴν ὄψιν ὁμοιωθέντα.

ἕτεροι δὲ λέγουσιν Αἰθίοπας στρατεύσαντας ἐπὶ τὴν Αἴγυπτον ὑπὸ πλήθους λύκων διωχθῆναι· διὸ καὶ Λυκοπολί

v.1.p.62
τὴν κληθῆναι τὴν χώραν. τὸν δὲ κροκόδειλον σέβεσθαί φασι διὰ τὸ μὴ τολμᾶν διανήχεσθαι τὸν Νεῖλον τοὺς ἀπὸ τῆς Ἀραβίας καὶ Λιβύης λῃστὰς τόν κροκοδείλων χάριν.

φασὶ δέ τινα τῶν παρ’ αὐτοῖς βασιλέων διωκόμενον ὑπὸ τῶν ἰδίων κυνῶν καταφυγεῖν εἰς τὴν λίμνην, ἔπειτα ὑπὸ κροκοδείλου παραδόξως ἀναληφθέντα εἰς τὸ πέραν ἀπενεχθῆναι.

αἰτίας δὲ καὶ ἄλλας φασί τινες τῆς τῶν ἀλόγων ζῴων τιμῆς. τοῦ γὰρ πλήθους τὸ παλαιὸν ἀφισταμένου τῶν βασιλέων, καὶ συμφρονοῦντος εἰς τὸ μηκέτι βασιλεύεσθαι, ἐπινοῆσαί τινα διάφορα σεβάσματα αὐτοῖς τῶν ζῴων παρασχεῖν , ὅπως ἑκάστων τὸ μὲν παρ’ αὐτοῖς τιμώμενον σεβομένων, τοῦ δὲ παρὰ τοῖς ἄλλοις ἀφιερωμένου καταφρονούντων, μηδέποτε ὁμονοῆσαι δύνωνται πάντες οἶ κατ’ Αἴγυπτον. —

ὅταν δὲ ἀποθάνῃ τι τῶν εἰρημένων ζῴων , σινδόνι καλύψαντες καὶ μετ’ οἰμωγῆς τὰ στήθη καταπληξάμενοι ἐν ἱεραῖς θήκαις θάπτουσιν. ὃς δ’ ἄν τι τούτων τῶν ζῴων ἑκὼν διαφθείρῃ, θανάτῳ περιπίπτει, πλὴν ἐὰν αἴλουρον ἢ τὴν ἶβιν ἀποκτείνῃ ’ ταῦτα δὲ ἐάν τε ἑκὼν ἐάν τε ἄκων ἀποκτείνῃ τις, πάντως θανάτῳ περιπίπτει. —

ἀλλὰ μὴν καὶ καθ’ ἣν ἂν οἰκίαν εὑρεθῇ κύων τετελευτηκὼς , ξυρῶνται πάντες ὅλον τὸ σῶμα καὶ ποιοῦνται πένθος · κἂν οἶνος, ἢ σῖτος, ἤ τι τῶν πρὸς τὸν βίον ἀναγκαίων τύχῃ κείμενον ἐν τῷ οἴκῳ , οὐκ ἂν ἔτι χρήσασθαι αὐτοῖς ὑπομείνειαν.

τρέφουσι δὲ τὸν Ἄπιν ἐν Μέμφει, καὶ τὸν Μνεῦιν ἐν Ἡλίου πόλει, καὶ τὸν τράγον ἐν Μένδητι, καὶ τὸν κροκόδειλον ἐν τῇ Μοιρίδος λίμνῃ, καὶ τὰ λοιπὰ θηρία ἐν ἱεροῖς περιβόλοις, σεμίδαλιν προσφέροντες, ἢ χόνδρον ἕψοντες ἐν γάλακτι, καὶ πέμματα παντοδαπὰ μέλιτι φύροντες καὶ κρέα χήνεια τὰ μὲν ἕψοντες, τὰ

v.1.p.63
δὲ ὀπτῶντες.

τοῖς δε ὠμοφάγοις πολλὰ τῶν ὀρνέων παραβάλλουσι, καὶ θηλείας ἑκάστῳ τῶν ζῴων τὰς εὐειδεστάτας συντρέφουσιν, ἃς παλλακίδας προσαγορεύουσιν.

ὅταν δὲ ὁ Ἆπις τελευτήσας ταφῇ μεγαλοπρεπῶς, ζητοῦσιν ἕτερον ὅμοιον· ὅταν δὲ εὑρεθῇ, τὰ μὲν πλήθη τοῦ πένθους ἀπολύεται, ἄγεται δὲ ὁ μόσχος πρῶτον εἰς Νείλου πόλιν. καὶ τότε μόνον σἱ γυναῖκες αὐτὸν ὁρῶσι κατὰ πρόσωπον ἱστάμεναι, καὶ δεικνύουσιν ἀνασυράμεναι τὰ ἑαυτῶν γεννητικὰ μόρια, τὸν δὲ ἕτερον χρόνον ἅπαντα κεκωλυμένον ἐστὶν εἰς ὄψιν αὐτὰς ἔρχεσθαι τούτῳ τῷ θεῷ. φασὶ δὲ τὴν τοῦ Ὀσίριδος ψυχὴν εἰς τοῦτον μετὰ τὴν τελευτὴν μεταστῆναι.”

Τοιαύτη καὶ ἡ Αἰγυπτίων ἀσχήμων ἀθεότης μᾶλλον ἢ θεολογία, πρὸς ἣν καὶ τὸ ἐνίστασθαι αἰσχρόν. ἧς καὶ εἰκότως καταπτύσαντες ἀνεχωρήσαμεν, λύτρωσιν καὶ ἐλευθερίαν τῶν τοσούτων κακῶν οὐδετέρως εὑράμενοι ἢ διὰ μόνης τῆς σωτηρίου καὶ εὐαγγελικῆς διδασκαλίας, τῆς τὰς διανοίας τυφλοῖς τὴν ἀνάβλεψιν εὐαγγελισαμένης.

τούτων δὲ αὐτῶν τὰς σεμνοτέρας δὴ θεωρίας τε καὶ φυσιολογίας μικρὸν ὕστερον ἐπισκεψόμεθα, ἐπὰν καὶ τὰ Ἑλληνικὰ διαλάβωμεν. οὕτω δῆτα ἀναμὶξ Αἰγυπτιακῆς ὁμοῦ καὶ Φοινικικῆς συνδραμούσης μυθολογίας κεκράτηκεν εἰκότως παρὰ τοῖς πλείστοις τῶν ἐθνῶν ἡ τῆς παλαιᾶς πλάνης δεισιδαιμονία.

ἀλλὰ γὰρ λεκτέον καὶ τὰ Ἑλλήνων. τὰ μὲν δὴ σεμνὰ τῆς Αἰγυπτίων μυθολογίας τὸν προτεθέντα περιείληφε τρόπον, τὰ δὲ Ἑλληνικὰ ὅτι τούτων αὐτῶν ἀποσπάσματα καὶ παρακούσματα τυγχάνει προείρηται μὲν πολλάκις καὶ διὰ τῆς τῶν προτεθέντων συγγραφέων διαγνώσεως,

οὐ μὴν ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς Ἑλληνικῆς θεολογίας γέ-

v.1.p.64
νοιτ᾿ ἂν ἔκδηλον, ἐπαγομένων ἐν ταῖς οἰκείαις περὶ θεῶν ἀναγραφαῖς οἴκοθεν μὲν οὐδὲν, ταῖς δὲ τῶν ἔξωθεν περιπιπτόντων μυθολογίαις·

ξοάνοις τε γὰρ τοῖς παραπλησίοις καὶ μυστηρίοις τοῖς αὐτοῖς ἀποδείκνυνται συγχρώμενοι , ὡς ἔνεστι μαθεῖν ἐκ τῆς περὶ τούτων ἱστορίας, ἣν ὁ τὰς βιβλιοθήκας ἐπὶ ταὐτὸν ὁμοῦ συναγαγὼν οὗ καὶ πρόσθεν ἐμνημόνευσα, κατὰ τὸ τρίτον καὶ τέταρτον τῆς δηλωθείσης αὐτοῦ πραγματείας ἱστορεῖ, τὴν τῆς ἱστορίας ἀρχὴν ἀπὸ τῶν Κάδμου χρόνων πεποιημένος.

τὸν δὲ Κάδμον μετὰ Μωσέα γενέσθαι αἱ ἀκριβεῖς τῶν χρονογραφιῶν παριστῶσι διαδοχαὶ, ὡς κατὰ καιρὸν ἐπιδείξομεν. ὥστε καὶ τῶν Ἑλληνικῶν θεῶν ἀποδείκνυσθαι τὸν Μωσέα προτερεῖν, εἰ δὴ πρὸ Κάδμου μὲν οὕτος, οἶ δὲ θεοὶ νεώτεροι τῆς Κάδμου γεγονότες ἡλικίας ἀναφαίνονται. ἄκουε δ’ οὖν τῶν τοῦ συγγραφέως φωνῶν