Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

τὰ μὲν οὖν ἀνευρεθέντα τοὐ Ὀσίριδος μέρη ταφῆς ἀξιωθῆναί φασι τὸν εἰρημένον τρόπον· τὸ δὲ αἰδοῖον ὑπὸ μὲν Τυφῶνος εἰς τὸν ποταμὸν ῥιφῆναι λέγουσιν, ὑπὸ δὲ τῆςΊσιδος οὐδὲν ἧττον τῶν ἄλλων ἀξιωθῆναι τιμῶν ἰσοθέων.

ἔν τε γὰρ τοῖς ἱεροῖς εἴδωλον αὐτοῦ κατασκευάσασαν τιμὰς καταδεῖξαι καὶ τελετὰς καὶ τὰς θυσίας τὰς τῷ θεῷ τούτῳ γινομένας ἐντιμοτάτας ποιῆσαι. διὸ καὶ τοὺς Ἓλληνας ἐξ Αἰ-

v.1.p.58
γύπτου παρειληφότας τὰ περὶ τοὺς ὀργιασμοὺς καὶ τὰς Διονυσιακὰς ἑορτὰς τιμᾶν τοῦτο τὸ μόριον ἐν τοῖς μυστηρίοις καὶ ταῖς τοῦ θεοῦ τούτου τελεταῖς τε καὶ θυσίαις, ὀνομάζοντας αὐτὸ φαλλόν.

τοὺς δὲ λέγοντας ἐν Θήβαις ταῖς Βοιωτικαῖς γεγονέναι τὸν θεὸν ἐκ Σεμέλης καὶ Δῖός σχεδιάζειν. Ὀρφέα γὰρ εἰς Αἴγυπτον παραβαλόντα καὶ μετασχόντα τῆς τελετῆς καὶ τῶν Διονυσιακῶν μυστηρίων μεταλαβεῖν, τοῖς τε Καδμείοις φίλον ὄντα καὶ τετιμημένον ὑπ’ αὐτῶν μεταθεῖναι τοῦ θεοῦ τὴν γένεσιν ἐκείνοις χαριξόμενον , τοὺς δὲ ὄχλους τὰ μὲν διὰ τὴν ἄγνοιαν, τὰ δὲ διὰ τὸ βούλεσθαι τὸν θεὸν Ἕλληνα ὀναμάξεσθαι, προσδέξασθαι προσηνῶς τὰς τελετὰς καὶ τὰ μυστήρια.

ἀφορμὰς δὲ ἔχειν τὸν Ὀρφέα πρὸς τὴν μετάθεσιν τῆς τοῦ θεοῦ γενέσεως καὶ τελετῆς τοιαύτας· Κάδμον ἐκ Θηβῶν ὄντα τῶν Αἰγυπτίων γεννῆσαι σὺν ἄλλοις τέκνοις καὶ Σεμέλην · ταύτην δὲ ὑφ’ ὅτου δήποτε φθαρεῖσαν ἔγκυον γενέσθαι, καὶ τεκεῖν ἑπτὰ μηνῶν διελθόντων βρέφος οἷόν περ οἱ κατ’ Αἴγυπτον τὸν Ὄσιριν γεγονέναι νομίζουσι ·

τὸν δὲ Κάδμον τελευτῆσαν τὸ βρέφος χρυσῶσαι, καὶ τὰς καθηκούσας αὐτῷ ποιήσασθαι θυσίας, ἀνάψαι δὲ καὶ τὴν γένεσιν εἰς Δία, σεμνύνοντα τὸν Ὄσιριν, καὶ τῆς φθαρείσης τὴν διαβολὴν ἀφαιρούμενον. διὸ καὶ παρὰ τοῖς Ἕλλησιν ἐκδοθῆναι λόγον ὡς ἡ Κάδμου θυγάτηρ Σεμέλη τέτοκεν ἐκ Δῖός Ὄσιριν.

ἔπειτα παρελθόντων τῶν μυθογράφων ἐμπλῆσαι τὸ θέατρον , καὶ τοῖς ἐπιγινομένοις ἰσχυρὰν πίστιν καὶ ἀμετάθετον γενέσθαι. καθόλου δέ φασι τοὺς Ἔλληνας ἐξιδιάξεσθαι τοὺς ἐπιφανεστάτους Αἰγυπτίων ἥρωάς τε καὶ θεούς.

καὶ γὰρ Ἡρακλέα τὸ γένος Αἰγύπτιον ὄντα δι’ ἀνδρείαν ἐπελθεῖν πολλὴν τῆς

v.1.p.59
οἰκουμένης. ἐξοικειοῦσθαι δὲ αὐτὸν τοὺς , καὶ μὴν ἕτερον ὄντα τοῦ ἐξ Ἀλκμήνης παρ’ Ἕλλησιν ὕστερόν ποτε γενομένου.

φασὶ δὲ καὶ τὸν Περσέα γενέσθαι κατὰ τὴν Αἴγυπτον, καὶ τῆς Ἴσιδος τὴν γένεσιν ὑπὸ τῶν Ἑλλήνων εἰς Ἀργὸς μεταφέρεσθαι. μυθολογούντων αὐτὴν εἶναι Ἰὼ, τὴν εἰς βοὸς τύπον μεταμορφωθεῖσαν. τὴν αὐτὴν δὲ τοὺς μὲν Ἴσιν, τοὺς δὲ Δήμητρα, τοὺς δὲ Θεσμοφόρον, ἄλλους δὲ Σελήνην, καὶ ἄλλους Ἥραν νομίζειν.

τὸν Ὄσιριν τοὺς μὲν Σάραπιν, τοὺς δὲ Διόνυσον, τοὺς δὲ Πλούτωνα , τοὺς δὲ Ἄμμωνα , τοὺς δὲ Δία , ἑτέρους δὲ Πάνα νομίζειν.

εὑρετὴν δὲ γενέσθαι τὴν Ἰσίν φασι φαρμάκων πολλῶν καὶ ἰατρικῆς ἐπιστήμης· εὑρεῖν δὲ καὶ τὸ τῆς ἀθανασίας φάρμακον , δι’ οὗ τὸν υἱὸν Ὦρον ὑπὸ τῶν Τιτάνων ἐπιβουλευθέντα, καὶ νεκρὸν εὑρεθέντα καθ’ ὕδατος, μὴ μόνον ἀναστῆσαι δοῦσαν τὴν ψυχὴν, ἀλλὰ καὶ τῆς ἀθανασίας ποιῆσαι μεταλαβεῖν.

τὸν δὲ Ὦρον ὕστατον ὄντα τῶν θεῶν βασιλεῦσαι τῆς Αἰγύπτου. μεθερμηνευόμενον δέ φασιν αὐτὸν εἶναι τὸν Ἀπόλλωνα , τήν τε ἰατρικὴν καὶ μαντικὴν ὑπὸ τῆς μητρὸς Ἴσιδος διδαχθέντα διὰ τῶν χρησμῶν καὶ θεραπειᾶ ν εὐεργετεῖν.

συμφωνεῖται δὲ παρὰ τοῖς πλείστοις ὅτι τοῖς περὶ τὸν Δία καὶ τὸν Ὄσιριν θεοῖς κατὰ τὴν Ἴσιδος ἡλικίαν μεγαλόσωμοί τινες γίγαντες ἐπὶ τὸ τερατῶδες κοσμούμενοι πόλεμον ἤγειραν. νομοθετήσαι δὲ τοὺς Αἰγυπτίους γαμεῖν ἀδελφὰς, διὰ τὸ τὴν Ἶσιν τῷ Οσίριδι ἀδελφῷ ὄντι αὐτῆς γαμηθῆναι. ‟

Καὶ ταῦτα μὲν περὶ τούτων ἱστοροῦσι. περὶ δὲ τῶν ἀφιερωμένων ζῴων κατ’ Αἴγυπτον τοιοῦτός τις παρ’ αὐτοῖς κατέχει λόγος

v.1.p.60

‘‘Τινὲς μέν φασι τοὺς ἐξ ἀρχῆς γενομένους θεοὺς, ὀλίγους ὄντας καὶ κατισχυομένους ὑπὸ τοῦ πλήθους καὶ τῆς ἀσεβείας τῶν γηγενῶν ἀνθρώπων, ὁμοιωθῆναί τισιν ἀλόγοις ζῴοις, καὶ οὕτως διαφυγεῖν · ἔπειτα χάριν ἀποδιδόντας τῆς σωτηρίας ἀφιερῶσαι τὰς φύσεις σεῖς αὐτῶν τῶν ζῴων, οἷς ἀφωμοιώθησαν.

οἶ δέ φασιν ἐν ταῖς πρὸς τοὺς πολεμίους συμβολαῖς κατασκευάσαντας εἰκόνας τῶν ζῴων ἃ νῦν τιμῶσι, φορεῖν ταύτας τοὺς ἡγεμόνας ἐπὶ τῆς κεφαλῆς, καὶ τοῦτο γνώρισμα τῆς ἀρχῆς ἔχειν · ἐν δὲ ταῖς κατὰ τῶν ἐχθρῶν νίκαις, ὡς ἂν αἴτια τὰ φῷα γενόμενα, ὧν τὰς εἰκόνας ἔφερον, ἀποθεῶσαι.

ἕτεροι δὲ τρίτην αἰτίαν φέρουσι, τῆς χρείας ἕνεκα τῶν ζῴων φάσκοντες αὐτὰ τετιμῆσθαι. τὴν μὲν γὰρ θήλειαν βοῦν τίκτειν καὶ ἀροῦν, τὰ δὲ πρόβατα τίκτειν καὶ σκέπην παρέχειν καὶ τὴν διὰ τοῦ γάλακτος καὶ τοῦ τυροῦ τροφὴν , τὸν δὲ κύνα συνθηρεύειν ἀνθρώποις καὶ φυλακτικὸν εἶναι· διόπερ τὸν θεὸν τὸν παρ’ αὐτοῖς καλούμενον Ἄνουβιν κυνὸς ἔχειν κεφαλήν· ἐμφαίνοντες ὅτι σωματοφύλαξ ἦν τῶν περὶ τὸν Ὄσιριν καὶ τὴν Ἰσιν.

ἔνιοι δέ φασι Ἰσιδος προηγουμένους τοὺς κύνας καθ’ ὃν καιρὸν ἐζήτει τὸν Ὄσιριν τά τε θηρία καὶ τοὺς ἀπαντῶντας ἀπείργειν.

καὶ τὸν μὲν αἴλουρον πρὸς τὰς ἀσπίδας εὔθετον ὑπάρχειν καὶ τὰ ἄλλα δακετὰ τῶν ἑρπετῶν, τὸν δὲ ἰχνεύμονα τὰ τῶν κροκοδείλων ᾠὰ συντρίβειν, ἀναιρεῖν τε τοὺς κροκοδείλους πηλῷ κυλιόμενον καὶ ἐπιπηδῶντα κεχηνόσι τοῖς στόμασι, διαφαγόντα τε αὐτῶν τὰ ἐντὸς τῆς κοιλίας νεκροὺς ἀπεργάζεσθαι.

τῶν δὲ ὀρνέων τὴν μὲν ἶβιν χρησίμην ὑπάρχειν πρός τε [*](1 Τινὲς μέν φασι — ] Diodorus 1, 8689.)

v.1.p.61
τοὺς ὄφεις καὶ τὰς ἀκρίδας καὶ τὰς κάμπας, τὸν δὲ ἱέρακα πρὸς τοὺς σκορπίους καὶ κεράστας, καὶ τὰ μικρὰ τῶν δακετῶν θηρίων, καὶ διὰ τὸ συμβάλλεσθαι ταῖς μαντείαις· τὸν δ’ ἀετὸν διὰ τὸ βασιλικὸν εἶναι.

τὸν δὲ τράγον φασὶν ἀποτεθεῶσθαι, καθάπερ καὶ τοῖς Ἕλλησι τὸν Πρίαπον, διὰ τὸ γεννητικὸν μόριον· τὸ μὲν γὰρ ζῷον εἶναι τοῦτο κατωφερέστατον πρὸς τὰς συνουσίας, τὸ δὲ μόριον τοῦ σώματος τὸ τῆς γενέσεως αἴτιον τιμᾶσθαι προσηκόντως ὡς ἂν ἀρχέγονον τῆς τῶν ζῴων φύσεως. καθόλου δὲ τὸ αἰδοῖον οὐ τοὺς Αἰγυπτίους μόνον , ἀλλὰ καὶ τῶν ἄλλων οὐκ ὀλίγους καθιερωκέναι κατὰ τὰς τελετὰς, ὡς αἴτιον τῆς τῶν ζῴων γενέσεως·

τούς τε ἱερεῖς τοὺς παραλαβόντας τὰς πατρικὰς ἱερωσύνας κατ’ Αἴγυπτον τούτῳ τῷ θεῷ μυεῖσθαι. καὶ τοὺς Πᾶνας δὲ καὶ τοὺς Σατύρους φασὶν ἕνεκα τῆς αὐτῆς αἰτίας τιμᾶσθαι παρὰ ἀνθρώποις· διὸ καὶ τὰς εἰκόνας αὐτῶν ἀνατιθέναι τοὺς πλείστους ἐν τοῖς ἱεροῖς ἐντεταμένας καὶ τῇ τοῦ τράγου φύσει παραπλησίας · τὸ γάρ τοι ζῷον τοῦτο παραδίδοσθαι πρὸς τὰς συνου- σίας ὑπάρχειν ἐνεργότατον.