Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Ἔπειτα τούτοις ἑπόμενα πολλὰ ἐν οἷς διαφέρονται. ὁ μὲν γάρ φησι τὰ κατ᾿ οὐρανὸν τὴν πλείστην ἰδέαν ἐκ πυρὸς ἔχειν, ὁ δὲ μηδαμῆ μετεῖναι τοῖς οὐρανίοις πυρός. καὶ ὁ μέν φησιν ἀνάψαι τὸν θεὸν φῶς ἐν τῇ δευτέρᾳ πρὸς γῆν περιόδῳ, ἵν᾿ ὅτι μάλιστα εἰς ἅπαντα φαίνοι τὸν οὐρανὸν , περὶ ἡλίου τὸ τοιοῦτον ἀποφαινόμενος· ὁ δὲ, ἅτε οὐκ ἐθέλων πῦρ εἶναι τὸν ἥλιον, τὸ δὲ φῶς εἰδὼς πῦρ καθα-

v.2.p.358
ρὸν‚ ἤ τι πυρὸς ὂν, οὐκ ἐπιτρέπει φῶς περὶ αὐτὸν ἀνῆφθαι.

ἔτι ὁ μὲν, κατ’ εἶδος ἀφθαρσίαν ἀπονέμων τοῖς κατ’ οὐρανὸν ἅπασιν, ἀποχωρήσεις τινὰς αὐτῶν καὶ προσχωρήσεις συμμέτρους φησὶ γίνεσθαι· ἀναγκάζουσι δὲ αὐτὸν λέγειν ταῦτα, τὰς μὲν ἀποκρίσεις, αἵ τε ἀκτῖνες τοῦ ἡλίου καὶ θερμότητες κατὰ ἀπόρρυσιν αὐτοῦ γινόμεναι· τὰς δὲ προσκρίσεις, ἡ ἴση τοῦ μεγέθους αὐτοῦ φάσις· οὐ γὰρ ἂν ἤθελεν ἴσα φαίνεσθαι μηδὲν ἀνθ’ ὧν ἀφίησι λαμβάνοντα·)

ὁ δὲ Ἀριστοτέλης πάντη μένειν ἐπὶ τῆς αὐτῆς οὐσίας αὐτὰ βούλεται, μήτε τινὸς αὐτοῖς ἀποχωροῦντος μήτε προσιόντος.

ἔτι ὁ μὲν πρὸς τῇ κοινῇ κινήσει τῶν ἄστρων, καθ’ ἣν ἐν ταῖς σφαίραις ἐνδεδεμένοι κινοῦνται πάντες οἶ ἀστέρες οἴ τε ἀπλανεῖς καὶ οἶ πλανώμενοι, καὶ ἑτέραν αὐτοῖς κίνησιν ἀποδίδωσιν, δῶσιν‚ ἣν δὴ καὶ ἄλλως καλλίστην εἶναι συμβέβηκε καὶ ’π’ προσήκουσαν αὐτῶν τῇ φύσει τοῦ σώματος· (σφαιρικοὶ γὰρ ὄντες εἰκότως σφαιρικὴν ἄν τινα κίνησιν ἕκαστος κινοῖτο περιδινούμενος·) ὁ δὲ καὶ ταύτης ἀφαιρεῖται τῆς κινήσεως αὐτοὺς‚ ἣν ὡς ἔμψυχοι κινοῦνται, μόνην δὲ ἀπολείπει τὴν ὑπ’ ἄλλων τῶν περιεχόντων ὥσπερ ἀψύχοις συμβαίνουσαν.

καὶ δὴ καί φησι τὴν γινομένην φαντασίαν ἡμῖν ἀπὸ τῶν ἀστέρων ὡς κινουμένων πάθος εἶναι τῆς ἡμετέρας ὄψεως ἀδυνατούσης καὶ ὡσπερεὶ σειομένης‚ ἀλήθειαν δὲ οὐκ εἶναι· ὥσπερ Πλάτωνος ἀπὸ ταύτης τῆς τὴν ὑπὲρ τῆς κινήσεως πίστιν λαμβάνοντος, ἀλλ’ οὐκ ἀπὸ τοῦ λόγου τοῦ διδάσκοντος ὅτι ἀνάγκη τούτων ἕκαστον ζῷον ὄντα καὶ ψυχὴν ἔχοντα καὶ σῶμα κινεῖσθαι τὴν ἰδίαν κίνησιν· (πᾶν γὰρ σῶμα ᾧ μὲν ἔξωθεν τὸ κινεῖσθαι ἄψυχον, ᾧ δὲ ἔνδοθεν καὶ ἐξ ἑαυτοῦ ἔμψυχον·) κινούμενον δὲ, ἅτε θεῖον

v.2.p.359
ὄντα, τὴν καλλίστην κινεῖσθαι κίνησιν· καλλίστης δ’ οὔσης τῆς ἐν κύκλῳ κινήσεως, ταύτῃ αὐτὸν κινεῖ σθαι.

ἡ δὲ αἴσθησις τὰ μὲν ἐκ τοὐ λόγου μαρτυροῖτο ἂν ὡς ἀληθεύουσα, οὐ μὴν αὐτὴ παρέσχε τὴν πίστιν τῆς κινήσεως. περὶ δὲ τῆς τοῦ παντὸς κινήσεως ὡς μὲν οὐκ ἐν κύκλῳ τινὶ γίνεται νικώμενος ὑπὸ τῆς ἐναργείας οὐκ ἔσχεν ἀντειπεῖν Πλάτωνι, παρεῖχε δὲ κἀνταῦθα διαφορὰν αὐτῷ τὸ καλὸν τοῦτο εὕρημα τοῦ σώματος.

ὁ μὲν γὰρ Πλάτων, ὄντων τεττάρων σωμάτων καὶ πάντων φύσει κινουμένων ἁπλῆν καὶ εὐθεῖαν κίνησιν, πυρὸς μὲν ἐπὶ τὸ ἐκτὸς, γῆς δ’ ἐπὶ τὸ μέσον, τῶν δὲ ἄλλων ἐπὶ τὸ μεταξὺ, τὴν ἐν κύκλῳ κίνησιν ἀπέδωκε τῇ ψυχῇ· ὁ δ’, ᾗπερ ἄλλῳ σώματι ἄλλην, οὕτω δὲ καὶ τὴν ἐν κύκλῳ, καθάπερ σωματικήν τινα, τῷ πέμπτῳ προσ- ένειμε σώματι, πάντ’ εὐκόλως αὑτὸν ἐξαπατήσας.

τοῖς μὲν γὰρ ἐπ’ εὐθείας κινουμένοις αἷ βαρύτητες καὶ κουφότητες τὴν ἀρχὴν τῆς κινήσεως παρείχοντο, τὸ δὲ πέμπτον σῶμα, μήτε βάρους μετέχον μήτε κουφότητος, ἀκινησίας μᾶλλον·

οὐ τῆς ἐν κύκλῳ κινήσεως τοῖς ἐπ’ εὐθείας κινουμένοις τὸ σχῆμα τὴν αἰτίαν ἔχει τῆς κινήσεως, ἀλλ’ ἡ ῥοπή· σῶμα οὐ μόνον ἐν μέσῳ τεθὲν ὁμοίου τινὸς οὐχ ἔξει πῆ κλιθῇ, ἀλλ’ ἐν κύκλῳ περιτεθὲν ὁποίῳ τινὶ οὐχ ἕξει τῆς ἐπί τι κλίσεως αἰτίαν‚

  • ἴωσι, πρὸς ἠῶ τ’ ἠέλιόν τε,
  • εἴτ᾿ ἐπ᾿ ἀριστερά,
  • εἴτε πρόσω εἴτ’ ὀπίσω.

    ἔτι τοῖς μὲν ἄλλοις σώμασιν ἐξωσθεῖσι τῶν οἰκείων τόπων παρέχει τὸ κινεῖσθαι πάλιν ἀφ’ αὑτῶν ἡ πρὸς τούτους ἀναφορά· τῷ πέμπτῳ δὲ ἐκείνῳ‚ μηδέποτε ἐκβαίνοντι τῶν αὐτοῦ

    v.2.p.360
    τόπων, μένειν ἂν προσήκοι.

    καὶ περὶ τῶν ἄλλων σωμάτων‚ ὑπεξαιρουμένου τοῦ πέμπτου, φαίνεται φιλονεικῶν Ἀριστοτέλης μὴ τὰ αὐτὰ λέγειν Πλάτωνι. ζητήσαντος γὰρ τοῦ Πλάτωνος εἰ ἔστι φύσει βαρὺ σῶμα ἢ φύσει κοῦφον, καὶ ἐπειδὴ ταῦτα κατὰ τὴν πρὸς τὸ ἄνω καὶ κάτω σχέσιν ἐφαίνετο λέγεσθαι σκεψαμένου εἴτε ἐστί τι κάτω φύσει καὶ ἄνω‚ εἴτε μὴ‚ καὶ ἀποδείξαντος ἀκριβῶς ὅτι κατὰ μὲν τὰς τῶν σωμάτων πρὸς τοὺς τόπους οἰκειότητας τὸ κάτω λέγοιτο ἑκάστοις ἐφ’ ὃ φέροιντο, ἄνω δὲ ἑκάστοις τὸ ἀλλότριον ἀφ’ οὗ ἀναχωροῖεν‚ καὶ κατὰ τὴν αὐτὴν σχέσιν καὶ τὸ βαρὺ καὶ τὸ κοῦφον διανείμαντος καὶ πρὸς τούτω ἀποδείξαντος ὅτι μήτε τὸ μέσον μήτε τὸ πέριξ αὐτῶν εὔλογον ἄνω τι ἢ κάτω λέγεσθαι·

    ὅδε ἀντιτίθησι, πανταχόθεν καταβάλλειν δεῖν ἡγούμενος τὰ ἐκείνου, καὶ τὸ μὲν ἐπὶ τὸ μέσον φερόμενον βαρὺ λέγειν βιάζεται, τὸ δὲ ἐπὶ τὸ πέριξ κοῦφον· καὶ τὸν μὲν τόπον τὸν ἐν μέσῳ κάτω φησὶ, τὸν δὲ πέριξ ἄνω.”

    Ἀλλὰ περὶ μὲν κόσμου, καὶ ἐξ ὧν οὗτος, καὶ τῶν κατ’ οὐρανὸν τοσοῦτον ἀλλήλων ἀφεστήκατον. ταῦτα μὲν οἵδε. Μώσης δὲ καὶ τὰ Ἑβραίων λόγια τούτ’ ὢν οὐδὲν πολυπραγμονεῖ· καὶ εἰκότως‚ ὅτι μηδὲ πρὸς βίου κατόρθωσιν τοῖς περὶ ταῦτα ἀσχολουμένοις λυσιτελεῖν ἐνομίσθη.