Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟Οὐδεὶς δὲ πώποτε Σωκράτους οὐδὲν οὔτε ἀνόσιον, οὔτε πράττοντος εἶδεν, λέγοντος ἤκουσεν. οὐδὲ γὰρ περὶ τῆς τῶν ἀπάντων φύσεως ἢ περὶ τῶν ἄλλων, ὡς οἱ πλεῖστοι, διελέγετο, [*](27 Οὐδεὶς δὲ —] Xenoph. Memor. I. 1, 11.)

v.2.p.415
σκοπῶν ὅπως ὁ καλούμενος ὑπὸ τῶν σοφιστῶν κόσμος ἔχει, καὶ τίσιν ἀνάγκαις ἕκαστα γίνεται τῶν οὐρανίων, ἀλλὰ καὶ τοὺς φροντίζοντας τὰ τοιαῦτα μωραίνοντας ἀπεδείκνυε.

καὶ πρῶτον μὲν αὐτῶν ἐσκόπει πότερά ποτε νομίσαντες ἱκανῶς ἤδη τὰ ἀνθρώπινα εἰδέναι ἔρχονται ἐπὶ τὸ περὶ τῶν τοιούτων φροντίζειν, ἢ τὰ μὲν ἀνθρώπινα παρέντες, τὰ δαιμόνια δὲ σκοποῦντες, ἡγοῦνται τὰ προσήκοντα πράττειν.

ἐθαύμαζε δὲ, εἰ μὴ φανερὸν αὐτοῖς ἐστιν ὅτι ταῦτα οὐ δυνατόν ἐστιν ἀνθρώποις εὑρεῖν, ἐπεὶ καὶ τοὺς μέγιστα φρονοῦντας ἐπὶ τῷ περὶ τούτων λέγειν οὐ ταὐτὰ δοξάζειν ἀλλήλοις, ἀλλὰ καὶ τοῖς μαινομένοις ὁμοίως διακεῖσθαι πρὸς ἀλλήλους.

τῶν τε γὰρ μαινομένων τοὺς μὲν οὐδὲ τὰ δεινὰ δεδιέναι, τοὺς δὲ καὶ τὰ μὴ φοβερὰ φοβεῖσθαι· καὶ τοῖς μὲν οὐδ’ ἐν ὄχλῳ δοκεῖν αἰσχρὸν εἶναι λέγειν ἢ ποιεῖν ὁτιοῦν, τοῖς δὲ οὐδ’ ἐξιτητέον εἰς ἀνθρώπους εἶναι δοκεῖν· καὶ τοὺς μὲν οὔθ’ ἱερὸν οὔτε βωμὸν οὔτ’ ἄλλο τῶν θείων οὐδὲν τιμᾶν, τοὺς δὲ καὶ ξύλα καὶ λίθους τοὺς τυχόντας καὶ θηρία σέβεσθαι. τῶν τε περὶ τῆς τῶν πάντων φύσεως μεριμνώντων τοῖς μὲν δοκεῖν ἕν μόνον τὸ ὂν εἶναι, τοῖς δὲ ἄπειρα τὸ πλῆθος· καὶ τοῖς μὲν ἀεὶ πάντα κινεῖσθαι , τοῖς δὲ οὐδὲν ἄν ποτε κινηθῆναι· καὶ τοῖς μὲν ἅπαντα γίγνεσθαί τε καὶ ἀπόλλυσθαι, τοῖς δὲ οὔτ’ ἂν γενέσθαι ποτὲ οὐδὲν οὔτε ἀπολέσθαι.

ἐσκόπει δὲ περὶ αὐτῶν καὶ τάδε· ἆρ’ ὥσπερ οἱ τἀνθρώπινα μανθάνοντες ἡγοῦνται τοῦθ᾿ ὅ τι ἂν μάθωσιν ἑαυτοῖς τε τῶν ἄλλων ὅτῳ ἂν βούλωνται ποιήσειν, οὕτω καὶ οἶ τὰ θεῖα ζητοῦντες νομίζουσιν, ἐπειδὰν γνῶσιν αἷς ἀνάγκαις ἕκαστα γίγνεται, ποιήσειν ὅταν βούλωνται καὶ ἀνέμους καὶ ὕδατα καὶ ὥρας καὶ ὅτου ἂν ἄλλου

v.2.p.416
δέωνται τῶν τοιούτων; ἢ τοιοῦτον μὲν οὐδὲν οὐδ’ ἐλπίζουσιν, ἀρκεῖ δ’ αὐτοῖς γνῶναι μόνον ᾗ τῶν τοιούτων ἕκαστα γίγνεται;

περὶ μὲν οὖν τῶν ταῦτα πραγματευομένων τοιαῦτα ἔλεγεν· αὐτὸς δὲ περὶ τῶν ἀνθρωπείων ἀεὶ διελέγετο, σκοπῶν τί εὐσεβὲς, τί ἀσεβές· τί καλὸν, τί αἰσχρόν· τί δίκαιον, τί ἄδικον· τί σωφροσύνη, τί μανία.”

Ταῦτα μὲν οὖν ὁ Σωκράτης. μετὰ δὲ αὐτὸν οἶ περὶ Ἀρίστιππον τὸν Κυρηναῖον , ἔπειθ’ ὕστερον οἱ περὶ Ἀρίστωνα τὸν Χῖον ἐπεχείρησαν λέγειν ὡς δέοι μόνα τὰ ἠθικὰ φιλοσοφεῖν· εἶναι γὰρ δὴ ταῦτα μὲν δυνατὰ καὶ ὠφέλιμα· τοὺς μέντοι περὶ τῆς φύ- σεως λόγους πᾶν τοὐναντίον , μήτε καταληπτοὺς εἰναι μήτ’, εἰ καὶ ὀφθεῖεν, ὄφελος ἔχειν τι.

μηδὲν γὰρ ἡμῖν ἔσεσθαι πλέον , ἀλλ’ οὐδ’ εἰ μετεωρότεροι τοῦ Πέρσεως ἀρθέντες

  • ὑπέρ τε πόντου χεῦμ’ ὑπέρ τε Πλειάδα,
  • αὐτοῖς τοῖς ὄμμασι κατίδοιμεν τὸν πάντα κόσμον, καὶ τὴν τῶν ὄντων φύσιν, ἥτις δή ποτέ ἐστιν.

    οὐ γὰρ δὴ διά γε τοῦτο φρονιμωτέρους ἢ δικαιοτέρους ἢ ἀνδρειοτέρονς ἢ σωφρονεστέρους ἡμὰς ἔσεσθαι, μὴν οὐδὲ ἰσχυροὺς ἢ καλοὺς ἢ πλουσίους , ὧν χωρὶς οὐχ οἷόν τε εὐδαιμονεῖν.

    ὅθεν ὀρθῶς εἶπε Σωκράτης ὅτι τῶν ὄντων τὰ μὲν ὑπὲρ ἡμᾶς εἴη, τὰ δὲ οὐδὲν πρὸς ἡμᾶς. εἶναι γὰρ τὰ φυσικὰ μὲν ὑπὲρ ἡμᾶς, τὰ δὲ μετὰ τὸν θάνατον οὐδὲν πρὸς ἡμὰς, μόνα δὲ πρὸς ἡμὰς τὰ ἀνθρώπινα.

    ταύτῃ δὲ καὶ χαίρειν αὐτὸν εἰπόντα τῇ Ἀναξαγόρου καὶ Ἀρχελάου φυσιολογίᾳ ζητεῖν

  • ὅττι οἱ ἐν μεγάροισι κακόν τ’ ἀγαθόν τε τέτυκται.
  • καὶ ἄλλως δὲ εἶναι τοὺς φυσικοὺς λόγους οὐ

    v.2.p.417
    χαλεποὺς οὐδὲ ἀδυνάτους μόνον, ἀλλὰ καὶ ἀσεβεῖς καὶ τοῖς νόμοις ὑπεναντίους. τοὺς μὲν γὰρ ἀξιοῦν μηδ’ εἶναι θεοὺς τὸ παράπαν, τοὺς δὲ τὸ ἄπειρον, ἢ τὸ ὂν, ἢ τὸ ἴν· καὶ πάντα μᾶλλον ἢ τοὺς νομιζομένους.

    τήν τ’ αὖ διαφωνίαν παμπόλλην οὖσαν· τοὺς μὲν γὰρ ἄπειρον ἀποφαίνειν τὸ πᾶν, τοὺς δὲ πεπερασμένον , καὶ τοὺς μὲν ἀξιοῦν ἅπαντα κινεῖσθαι, τοὺς δὲ καθάπαξ μηδέν.

    καὶ μὴν εἴ τι καὶ ἄλλο πάντων ἄριστά μοι δοκεῖ περὶ τούτων αὐτῶν ἐν τοῖς Σίλλοις καὶ ὁ Φλιάσιος Τίμων εἰρηκέναι τάδε

  • τίς γὰρ τούσδ’ ὀλοῇ ἔριδι ξυνέηκε μάχεσθαι;
  • Ἠχοῦς σύνδρομος ὄχλος. ὁ γὰρ σιγῶσι χολωθεὶς
  • νοῦσον ἐπ’ ἀνέρας ὦρσε λάλην, ὀλέκοντο δὲ πολλοί.
  • ὁρᾷς ὡς ἤδη καὶ ἀλλήλους σκώπτουσιν οἱ γενναῖοι; τὴν γοῦν πρὸς ἀλλήλους φιλονεικίαν αὐτῶν τάς τε μάχας καὶ τὰς διαστάσεις ἔτι πρὸς τοῖς εἰρημένοις ὁ δηλωθεὶς ἀνὴρ τοῦτον ὑπογράφει τὸν τρόπον

  • φοιτᾷ δὲ βροτολοιγὸς ἔρις, κενεὸν λελακυῖα,
  • νείκης ἀνδροφόνοιο κασιγνήτη καὶ ἔριθος,
  • ἥ τ’ ἀλαὴ περὶ πάντα κυλίνδεται, αὐτὰρ ἔπειτα
  • ἔς τε βροτοὺς στήριξε κάρη καὶ ἐς ἐλπίδα βάλλει.
  • Ἀλλὰ γὰρ καὶ τῆς τῶνδε πρὸς σφὰς αὐτοὺς ἀποδεδειγμένης στάσεως τε καὶ μάχης, τῆς τε μηδὲν ἡμῖν προσηκούσης, περιττῆς δὲ ἄλλως καὶ οὐ γνωστῆς παιδείας τε καὶ μαθήσεως τῶν λοιπῶν ἁπάντων, ἐν οἷς εἰσέτι νῦν ἀποσεμνύνονται φιλοσόφων παῖδες, ἀπεληλεγμένων οὐχ ἡμετέραις, ταῖς δ’ οἰκείαις αὐτῶν ἀποδείξεσιν· οὐ μὴν ἀλλὰ καὶ τῆς αἰτίας εἰς φανερὸν τεθείσης, δι’ ἣν τὰ τῶνδε αποστραφέντες τὰ Ἑβραίων λόγια προτετιμήκαμεν, τὰ μὲν τῆς

    v.2.p.418
    Εὐαγγελικῆς Προπαρασκευῆς ἐν τούτοις ἡμῖν περιγεγράφθω·

    τὰ δὲ τῆς ἐντελεστέρας πραγματείας, τῆς κατὰ τὴν Εὐαγγελικὴν Ἀπόδειξιν, ἤδη λοιπὸν ἐπισκεπτέον ἀφ’ ἑτέρας λόγων ἀρχῆς , τῆς δὴ λειπούσης τῷ προβλήματι, τὴν διδασκαλίαν ποιησομένοις.

    λείπει δ’ ἄρα πρὸς τοὺς ἐκ περιτομῆς ἐπιμεμψαμένους ἀποκρίνασθαι , τί δή ποτε άλλόφυλοι ὄντες καὶ ἀλλογενεῖς ταῖς αὐτῶν βίβλοις ἀποχρώμεθα, μηδὲν ἡμῖν, ὡς ἂν αὐτοὶ φαῖεν, προσηκούσαις· ἢ τί δὴ τὰ παρ’ αὐτοῖς ἀσπαζόμενοι λόγια οὐχὶ καὶ τὸν βίον ἀκόλουθον τῷ παρ’ αὐτοῖς παρέχομεν νόμῳ.