Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Περὶ τοῦ ἡγεμονικοῦ.

Πλάτων’, Δημόκριτος, ἐν ὅλῃ τῇ κεφαλῇ.

Στράτων ἐν μεσοφρύῳ.

Ἐρασίστρατος περὶ τὴν μήνιγγα τοῦ ἐγκεφάλου, ἣν ἐπικρανίδα λέγει.

Ἡρόφιλος ἐν τῇ τοῦ ἐγκεφάλου κοιλίᾳ, ἥτις ἐστὶ καὶ βάσις.

Παρμενίδης ἐν ὅλῳ τῷ θώρακι.

Ἐπίκουρος, οἷ Στωϊκοὶ πάντες, ἐν ὅλῃ τῇ καρδίᾳ.

Διογενὴς ἐν τῇ ἀρτηριακῇ κοιλίᾳ τῆς καρδίας, c ἥτις ἐστὶ πνευματική.

Ἐμπεδοκλῆς δὲ ἐν τῇ τοῦ αἵματος συστάσει.

Οἶ’ δ’ ἐν τῷ περικαρδίῳ ὑμένι· οἶ δ’ ἐν τῷ

v.2.p.414
διαφράγματι. τῶν νεωτέρων τινὲς διήκειν ἀπὸ φαλῆς μέχρι τοῦ διαφράγματος.

Πυθαγόρας τὸ μὲν ζωτικὸν περὶ τὴν κὰρ δίαν, τὸ δὲ λογικὸν καὶ νοερὸν περὶ τὴν κεφαλήν.”

Τοσαῦτα μὲν δὴ καὶ τὰ περὶ τῶνδε. ἆρ’ οὖν οὐκ ἐν δίκῃ σοι δοκοῦμεν κρίσει καὶ λογισμῷ τῆς τούτων ἀπάντων ἀνωφελοῦς καὶ πολυπλανοῦς ματαιοπονίας ἀνακεχωρηκέναι, καὶ τῶν μὲν εἰρημένων μηδὲν πολυπραγμονεῖν, μηδὲ γὰρ ὁρᾶν ἐξ αὐτῶν τὸ λυσιτελὲς καὶ αὐτόθεν συντεῖνον πρὸς ὠφέλειαν καὶ ἀγαθοῦ κτῆσιν ἀνθρώποις) μόνης δὲ τῆς ἀμφὶ τὸν πάντων δημιουργὸν θεὸν εὐσεβείας ἔχεσθαι, καὶ διὰ σώφρονος βίου τῆς τε ἄλλης κατ’ ἀρετὴν θεοφιλοῦς πολιτείας ἀρεσκόντως ζῆν σπουδάζειν τῷ πάντων θεῷ;

ἀλλ’ εἰ καὶ σὺ βασκανίᾳ καὶ φθόνῳ τὴν ἀληθῆ μαρτυρίαν ἡμῖν προσέσθαι δι’ ὄκνου φέρεις, φθάσει γέ σε πάλιν ὁ πάντων Ἑλλήνων σοφώτατος Σωκράτης τὰς ὑπὲρ ἡμῶν ψήφους φιλαληθῶς ἐξενηνεγμένος. τοὺς γοῦν μετεωρολέσχας ἐκείνους μωραίνοντας ἀπεδείκνυεν καὶ μηδὲν μαινομένων διαφέρειν ἔλεγεν, ἀπελέγχων αὐτοὺς διαρρήδην οὐ μόνον ὡς ἀνεφίκτων ὀρεγομένους, ἀλλὰ καὶ περὶ ἄχρηστα καὶ ἀνωφελῆ τῷ βίῳ κατατριβομένους. ταῦτα δέ σοι καὶ ὁ πρόσθεν μαρτυρήσει Ξενοφῶν, Σωκράτους ἑταίρων γνωριμώτατος, ὧδέ πη γράφων ἐν Ἀπο- μνημονευμασιν