Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟Περὶ μερῶν τῆς ψυχῆς.

Πυθαγόρας, Πλάτων’, κατὰ μὲν τὸν ἀνωτάτω λόγον, διμερῆ τὴν ψυχήν· τὸ μὲν γὰρ ἔχειν λογικὸν, τὸ δὲ ἄλογον. κατὰ δὲ τὸ προσεχὲς καὶ ἀκριβὲς τρι- [*](25 Περὶ μερῶν τῆς ψυχῆς] Plutarch. p. 898 e.)

v.2.p.413
μέρη· τὸ γὰρ ἄλογον διαιροῦσιν εἴς τε τὸ θυμικὸν καὶ τὸ ἐπιθυμητικόν.

Οἶ’ Στωϊκοὶ ἐξ ὀκτὼ μερῶν συνεστάναι, πέντε τῶν αἰσθητικῶν, ὁρατικοῦ, ὀσφραντικοῦ, άκουστικοῦ, γευστικοῦ , ἁπτικοῦ· ἕκτου δὲ φωνητικοῦ, ἑβδόμου δὲ σπερματικοῦ , ὀγδόου δὲ αὐτοῦ τοῦ ἡγεμονικοῦ, ἀφ’ οὗ ταῦτα πάντα τέτακται διὰ τῶν οἰκείων ὀργάνων, προσφερῶς ταῖς τοῦ πολύποδος πλεκτά- ναις.

Δημόκριτος, Ἐπίκουρος, διμερῆ τὴν ψυχὴν, τὸ μὲν λογικὸν ἔχουσαν ἐν τῷ θώρακι καθιδρυμένον, τὸ δὲ ἄλογον καθ’ ὅλην τὴν σύγκρισιν τοῦ σώματος διεσπαρμένον.

Ὁ δὲ Δημόκριτος πάντα μετέχειν φύσει ποιᾶς, καὶ τὰ νεκρὰ τῶν σωμάτων· διότι ἀφανῶς τινος θερμοῦ καὶ αἰσθητικοῦ μετέχει, τοῦ πλείονος διαπνεομένου.