Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Πάλιν Μώσεως γεννητὸν εἶναι τὸν κόσμον ὁρισαμένου‚ ποιητήν τε καὶ δημιουρ·γὸν τοῖς ὅλοις τὸν θεὸν ἐπιστήσαντος‚ τοὐ τε Πλάτωνος τὰ ἴσα Μωσεῖ φιλοσοφοῦντος‚ τὴν ἐναντίαν κἀν τούτῳ ὁ Ἀριστοτέλης ὁδεύσας ἀπελέγχεται πρὸς τοῦ δηλωθέν- τος συγγραφέως‚ ὧδε πρὸς ῥῆμα γράφοντος

“ Πρῶτον δὴ περὶ γενέσεως κόσμου σκοπῶν, καὶ τὸ τῆς προνοίας τὸ μέγα τοῦτο καὶ πολυωφελὲς δόγμα πάντα ζητεῖν ἀναγκαῖον ἡγούμενος, καὶ λογι- σάμενος ὅτι τῷ μὴ γενομένῳ οὔτε τινὸς ποιητοῦ οὔτε τινὸς κηδεμόνος πρὸς τὸ γενέσθαι καλῶς χρεία, ἵνα μὴ ἀποστερήσῃ τὸν κόσμον τῆς προνοίας ἀφεῖλε τὸ ἀγέννητον αὐτοῦ.

παραιτούμεθα δὲ νῦν μὴ ἐμποδὼν ἡμῖν τοὺς ἀπὸ τῆς αὐτῆς ἑστίας εἶναι‚ οἶς ἀρέσκει καὶ κατὰ Πλάτωνα τὸν κόσμον ἀγέννητον εἶναι. δίκαιοι γάρ εἰσιν ἡμῖν συγγνώμην νέμειν‚ εἰ περὶ τῶν δοκούντων Πλάτωνι πιστεύομεν οἷς αὐτὸς Ἕλλην ὢν Ἕλληνας ἡμᾶς σαφεῖτε καὶ τρανῶ τῷ στόματι διείλεκται.

παραλαβὼν γὰρ ‚ φησὶν, ὁ θεὸς πᾶν [*](31 παραλαβὼν—] Plato Tim. p. 30.)

v.2.p.352
ὅσον ἦν ὁρατὸν‚ οὐχ ἡσυχίαν ἄγον‚ πλημμελῶς δὲ καὶ ἀτάκτως κινούμενον‚ εἰς τάξιν ἦγεν ἐκ τῆς ἀταξίας, ἡγησάμενος τοῦτο ἐκείνου πάντως ἄμεινον. ἔτι δὲ καὶ μᾶλλον ὅτι μὴ δι’ αἰνιγμάτων‚ μηδ’ ἐπὶ τοῦ σαφοῦς χρείᾳ τὴν γένεσιν παρεδέξατο, δηλοῖ δι’ ὦν ὁ πατὴρ αὐτῷ τῶν πάντων διείλεκται περὶ τούτου μετὰ τὴν τῶν ὅλων δημιουργίαν.

ἐπειδὴ γὰρ, φησὶ, γεγένησθε‚ (λέγει δὲ πρὸς τοὺς θεοὺς) ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐ δ’ ἄλυτοι τὸ πάμπαν, οὔτι μὴν δὴ λυθήσεσθε τῆς ἐμῆς βουλήσεως τυχόντες.

ἀλλ’, ὅπερ ἔφην‚ πρὸς μὲν τοὺς ἔνδον ἡμῖν ὑποφθεγγομένους, ἅτε φίλους ὄντας, φιλίως τε καὶ μεθ’ ἡσυχίας πραέσιν ἐλ·έγχοις διακριθεῖμεν ἄν. ἔοικε γὰρ καὶ τούτους Ἀριστοτέλης μεταθεῖναι‚ τῇ μὲν κατηγορίᾳ τοῦ δόγματος ἀντισχεῖν ἀδυνατήσαντας‚ τὸ δὲ ἁλῶναι δόξαν ὡς ψεῦδος οὐ βουληθέντας ἀναθεῖναι Πλάτωνι.

κατὰ δὲ τὴν ἡμετέραν ἀκοὴν, ἀξιοῦντος Πλάτωνος τὸν κόσμον γεγονέναι κάλλιστον ἔργον ὑπὸ τοῦ καλλίστου τῶν δημιουργῶν‚ καὶ περιθέντος τῷ τοῦ παντὸς ποιητῇ δύναμιν δι’ ἧς καὶ οὐκ ὄντα πρότερον ἐποίησε τὸν κόσμον‚ καὶ ποιήσας εἰσαεὶ βουλόμενός γε σῶον διαφυλάξει‚ καὶ ταύτῃ δὴ γεν- νητοῦ καὶ ἀφθάρτου κατ’ αὐτὸν ὑποκειμένου τοῦ κόσμου‚ τίς ἡμῖν τῶν Περιπατητικῶν ταῦτα βεβαιοῖ;”

Δεῖ δὲ παραμυθήσασθαι τὸν συναγωνιστὴν τούτων, ὅτι οὐ πάντως‚ εἰ τι γέγονεν, ἀνάγκη τοῦτο φθαρῆναι, πάλιν δ’ οὐδ’ εἴ τι μὴ φθαρήσεται, τοῦτο ἀναγκαῖον ἀγέννητον εἶναι. οὔτε γὰρ μίαν αἰτίαν τῷ ἀφθάρτῳ τὴν ἐκ τοῦ ἀγεννήτου συγχωρητέον οὔτε [*](7 ἐπειδὴ γὰρ—] Ibid. p. 41.)

v.2.p.353
τῷ γενομένω τὴν εἰς ὄλεθρον μεταβολὴν ἀβοήθητον καταλειπτέον.

πόθεν οὖν ἐκ τῶν Ἀριστοτέλους λάβωμεν βοήθειαν εἰς ταῦτα, ἀνδρὸς οὐ τηνάλλως οὐδὲ καθ’ αὑτὸν περαίνοντος τὸν περὶ τούτων λόγον, ἀλλ’ ἐξ ὀρθοῦ πρὸς Πλάτωνα ἐναντιουμένου, καὶ τό τε γενόμενον εἰς ἀνάγκην τοῦ ἀπολέσθαι περιιστάν- τος, τό τε μὴ ἀπολλύμενον ἐκ μόνου τοῦ μὴ γενέσθαι λέγοντος κρατύνεσθαι τὸ ἄφθαρτον, οὐ μὴν οὐδὲ δύναμιν ἀπολείποντος αὐτοῦ περὶ τὸν θεὸν, ᾗ χρώμενος ἀγαθὸν ἂν τι ποιήσαι; ὃ γὰρ οὔπω πρότερον γέγονε, τοῦτο, φησὶν‚ οὐκ ἂν γένοιτο.

τοσοῦτον δὲ ἀποδεῖ διὰ τούτων βοηθεῖν τῷ Πλάτωνος λόγῳ ὥστε ἤδη τινὰς καὶ τῶν περὶ Πλάτωνα ἐσπουδακότων φοβήσας, οἷς εἶπεν, ἀπέστησε τοῦ δόγματος, οὐ δυνηθέντας συνιδεῖν ὅτι κατὰ μὲν τὴν αὐτῶν φύσιν τῶν πραγμάτωνἦν ἦν ἄνευ θεοῦ βουλήσεωςκαὶ δυνάμεως ἐπινοῆσαι οὔτε τὸ γενόμενον ἄφθαρτον οὔτε τὸ μὴ φθαρησάμενον γεννητὸν ὄν.

ὅταν δὲ τὴν ἀρίστην τις αἰτίαν ἐπιστήσῃ τὴν ἐκ θεοῦ, δεῖ ταύτην ἡγεμόνα τῶν πάντων λαβόντα μηδὲν αὐτὴν τῶν ἄλλων αἰτίαν ἀποφαίνειν χείρονα. γελοῖον γὰρ διότι μὲν γέγονέ τι, διὰ τοῦτο φθαρῆναι, εἰ δὲ ὁ θεὸς βούλεται, μὴ φθαρῆναι, καὶ διότι μέν τι ἀγέννητόν ἐστιν ἔχειν ἰσχὺν τοῦ μὴ φθαρῆναι, τὴν δὲ παρὰ τοῦ θεοῦ βούλησιν ἐνδεῖν πρὸς τὸ ἄφθαρτον τηρῆσαί τι τῶν γενομένων.

καὶ ὁ μὲν οἰκοδόμος ἱκανὸς οὐκ οὖσαν οἰκίαν κατασκευάσασθαι, ἱκανὸς δέ τις καὶ ἀνδριάντα μὴ ὄντα πρότερον ὄντα ποιῆσαι‚ καὶ ναῦν ἄλλος ἐξ ὕλης ἀργοῦ τεκτηνάμενος παρέσχε τοῖς δεομένοις‚ καὶ τῶν ἄλλων τεχνιτῶν ἕκαστος‚ ὅσοι γε τὰς ποιητικὰς μετίασι τέχνας, δύναμιν ταύτην ἔχουσιν‚ ὥς τι τῶν οὐκ ὄντων ἄγειν εἰς οὐσίαν, ὁ δὲ παμβασιλεὺς καὶ ἀριστοτέχνης

v.2.p.354
οὐδ’ ὅσον ἀνθρωπίνου τεχνίτου δυνάμεως μεθέξει, ἄμοιρος δ’ ἡμῖν πάσης ἔσται γενέσεως; οὒκ, ἐάν γε καὶ κατὰ βραχὺ θείας αἰτίας ἐπιλογισμὸν οἰοί τε ὦμεν λαβεῖν.

ἀλλὰ ποιῆσαι μὲν ἱκανὸς καὶ βουληθῆναι τὰ καλὰ, (ἀγαθὸς γὰρ, ἀγαθῷ δὲ οὐδεὶς φθόνος περὶ οὐδενός) τηρῆσαι δὲ καὶ διαφυλάξαι τὰ γενόμενα οὐ δυνατός; καὶ μὴν καὶ οἶ λοιποὶ τεχνῖται πρὸς ἄμφω ἱκανοί. ὁ γοῦν οἰκοδόμος καὶ ὁ ναυπηγὸς οὐ μόνον καινὰς κατασκευάζονται ναῦς καὶ οἰκίας, ἀλλὰ καὶ ταῖς ὑπὸ χρόνου διαφθειρομέναις ἱκανοὶ βοηθεῖν, ἕτερα τῶν πεπονημένων ἀντικαθιστάντες αὐταῖς·

ὥστε καὶ τῷ θεῷ πάντως τό γε τοσοῦτον συγχωρητέον. ὁ γάρ τις ὅλον ποιῆσαι δυνατὸς‚ τοῦτο πῶς ἂν ἐκ μέρους ἀδύνατος εἴη ποιεῖν; καὶ γενέσθαι τοίνυν τι δεῖ καινὸν, εἴπερ μέλλοι τις ὅλως ποιητὴς, καὶ τὸ καλὸν ἔργον πρὸς ἅπαν διασώζεσθαι· τὸ γὰρ εὑ γενόμενον ἐθέλειν λύειν κακοῦ.

μείζων δὲ ἄλλος εἰς σωτηρίαν τῶν γενομένων δεσμὸς οὐκ ἔστι τῆς τοῦ θεοῦ βουλήσεως. ἢ ἀνθρωπίνης μὲν σπουδῆς καὶ βουλήσεως μεταλαβόντα πολλὰ, καὶ ἔθνη καὶ πόλεις καὶ ἔργα, μένει χρόνον ἀμήχανον ὅσον γενόμενα μηκέτ’ ὄντος τοῦ θελήσαντος, τὰ δὲ τῆς τοῦ θεοῦ μετασχόντα γνώμης καὶ δι’ αὐτὸν καὶ ὑπ’ αὐτοῦ γενόμενα, ταῦτα δὲ ἄρα παρόντος τοῦ ποιήσαντος οἰχήσεται καὶ οὐ παραμενεῖ;

τίνος αἰτίας βιασαμένης τὴν τοῦ θεοῦ γνώμην; πότερον τῆς ἐξ αὐτῶν τῶν γενομένων ἀνάγκης; ἀλλ’ αὐτή γε τῷ προσέσθαι τὸ κοσμηθῆναι τὴν ἐκ τοῦ θεοῦ προσωμολόγησεν ἧτταν. ἀλλ’ ἔξωθέν τινος αἰτίας ἀνταγωνιζομένης τῷ θεῷ; ἀλλ’ οὔτ’ ἐστὶν οὔτε ἐν οἷς ἔφθη κρατήσας καὶ κοσμήσας ὁ θεὸς ἔτι ἄξιον ἐν τούτοις αὐτὸν ἐλαττοῦν τινος, εἴ γε μὴ παντάπασι λανθάνο

v.2.p.355
μεν ἡμᾶς αὐτοὺς περὶ τῆς μεγίστης καὶ θειοτάτης δυνάμεως διαλεγόμενοι.

ἀλλὰ γὰρ εἰς τὸν περὶ τῆς ἀληθείας λόγον ἐοίκαμεν ὑπὸ προθυμίας ἐκφέρεσθαι. δῆλον μὲν καὶ ὃ προυθέμεθα, ὡς οὐκ ἂν εἶεν διδάσκαλοι περὶ κόσμου γενέσεως οἱ μηδὲ τὴν ἀρχὴν γένεσιν ἀπολιπόντες αὐτῷ.”

Καὶ μὴν καὶ περὶ τῆς τῶν σωμάτων πέμπτης οὐσίας, ἣν εἰσηγήσατο Ἀριστοτέλης, ταῦτα παραθε- τέον