Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
“Περὶ θαλάσσης, πῶς συνέστη καὶ πῶς ἐστι πικρά.
Ἀναξίμανδρος τὴν θάλασσάν φησιν εἷναι τῆς [*](27 Περὶ θαλάσσης] Plutarch. p. 896 f.)
Ἀναξαγόρας τοῦ κατ᾿ ἀρχὰς λιμνάζοντος ὑγροῦ περικαέντος ὑπό τῆς ἡλιακῆς πεοιφορᾶς, καὶ τοῦ λιπαοῦ λοιπὸν ὑποστῆναι. εἰς ἁλυκίδα καὶ πικρίαν τὸ λοιπὸν Ἐμπεδοκλῆς.
Ἐμπεδοκλῆς ἱδρῶτα τῆς γῆς ἐκκαιομένης ὑπὸ τοῦ ἡλίου, διὰ τὴν ἐπὶ τὸ πλεῖον πίλησιν.
Ἀντιφῶν ἱδρῶτα τοῦ θερμοῦ, ἐξ οὗ τὸ περιληφθὲν ὑγρὸν ἀπεκρίθη , τῷ καθεψηθῆναι παραλυκίσασα, ὅπερ ἐπὶ παντὸς ἱδρῶτος συμβαίνει.
Μητρόδωρος διὰ τὸ διηθεῖσθαι διὰ τῆς γῆς c μετειληφέναι τοῦ περὶ αὐτὴν πάχους, καθάπερ τὰ διὰ τῆς τέφρας ὑλιζόμενα.
Οἱ ἀπὸ Πλάτωνος τοῦ στοιχειώδους ὕδατος τὸ μὲν ἐξ ἀέρος κατὰ περίψυξιν συνιστάμενον γλυκὺ γίνεσθαι , τὸ δὲ ἀπὸ γῆς κατὰ περίκαυσιν καὶ ἐκπύρωσιν ἀναθυμιώμενον ἁλμυρόν.”
Ταῦτα μὲν οὖν καὶ περὶ θαλάσσης. ὅπως δὲ οἱ περὶ τοῦ παντὸς κόσμου οὐρανίων τε πέρι καὶ αἰθερίων καὶ τῆς τῶν ὅλων καταλήψεως φυσιολογεῖν ἐπαγγειλάμενοι οὐδὲ τὰ καθ’ ἑαυτοὺς ᾔδεσαν, μάθοις ἂν ἐξ ὧν καὶ περὶ τούτων ὧδέ πως διαπεφωνήκασιν.