Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Περὶ θέσεως τῆς γῆς.

Οἶ’ ἀπὸ Θαλέω τὴν γῆν μέσην.

Ξενοφάνης πρώτην, εἰς ἄπειρον γὰρ ἐρρι- ζῶσθαι.

Φιλόλαος ὁ Πυθαγόρειος τὸ μὲν πῦρ μέσον· τοῦτο γὰρ εἷναι τοῦ παντὸς ἑστίαν· δευτέραν δὲ τὴν ἀντίχθονα· τρίτην δὲ ἣν οἰκοῦμεν γῆν , ἐξ ἐναντίας κειμένην τε καὶ περιφερομένην τῇ ἀντίχθονι· παρ’ ὁ καὶ μὴ ὁρᾶσθαι ὑπὸ τῶν ἐν τῇδε τοὺς ἐν ἐκείνῃ.

Παρμενίδης πρῶτος ἀφώρισε τῆς γῆς τοὺς οἰκουμένονς τόπους ὑπὸ ταῖς δυσὶ ζώναις ταῖς τροπικαῖς.