Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Οἱ ἀπὸ τῶν μαθηματικῶν ὀκτωκαιθεκαπλάσιον.

Ἐρατοσθένης , τὸν ἥλιον ἀπέχειν ἀπὸ τῆς γῆς σταδίων μυριάδας τετρακοσίας καὶ ὀκτακισμυρίας, τὴν δὲ σελήνην ἀπέχειν τῆς γῆς μυριάδας ὄη σταδίων.”

Πέρι ἐνιαυτῶν.

Ενιαυτός ἐστι Κρόνου μὲν ἐνιαυτῶν περίοδος λ΄ · Δῖός δὲ δώδεκα, Ἄρεως δὲ δυεῖν, ἡλίου δὲ ιβ΄ μῆνες· οἶ δ’ αὐτοὶ Ἑρμοῦ καὶ Ἀφροδίτης· ἰσόδρομοι

v.2.p.410
γάρ. σελήνης δὲ ἡμέραι λ΄ . οὗτος γὰρ ὁ τέλειος μ’ ἀπὸ φάσεως εἰς σύνοδον.

Τὸν δὲ μέγαν ἐνιαυτὸν οἶ μὲν ἐν τῇ ὀκταετηρίθι τίθενται· οἷ δὲ ἐν τῇ ἐννεακαιδεκαετηρίδι· οἱ δὲ ἐν τοῖς ’ξ ἑνὸς δέουσιν. Ἡράκλειτος, ἐκ μυρίων ὀκτακισχιλίων ἡλιακῶν. Διογενὴς, ἐκ πέντε καὶ ἑξήκοντα καὶ τριακασίων ἐνιαυτῶν τοσούτων, ὅσων κατὰ Ἡράκλειτον ὁ ἐνιαυτός· ἄλλοι δὲ διὰ ψοζ΄.”

Καὶ περὶ μὲν τῶν οὐρανίων καὶ μεταρσίων τοσαῦτα τοῖς δεδηλωμένοις πρὸς ἀλλήλους διεστασίασται. θέα δὲ καὶ τὰ περὶ γῆς.