Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Οἱ ἀπὸ Δημοκρίτου, ἀπαθῆ τὰ πρῶτα, τὴν ἄτομον καὶ τὸ κενὸν καὶ τὸ ἀσώματον.

Ἀριστοτέλης καὶ Πλάτων’ τὴν ὕλην σωματοειδῆ, ἄμορφον, ἀνείδεον, ἀσχημάτιστον, ἄποιον μὲν ὅσον ἐπὶ τῇ ἰδίᾳ φύσει, δεξαμενὴν δὲ τῶν εἰδῶν, οἶον τιθήνην καὶ ἐκμαγεῖον καὶ μητέρα γενέσθαι. οἶ δὲ ὕδωρ λέγοντες, πῦρ, ἢ ἀέρα, ἢ γῆν τὴν ὕλην, οὐκέτι ἄμορφον αὐτὴν λέγουσιν, ἀλλὰ σῶμα· οἱ δὲ τὰ ἀμερῆ, καὶ τὰς ἀτόμους, ἄμορφον.”

“Περὶ ἰδέας.

Ἰδέα δέ ἐστιν οὐσία ἀσώματος, αὐτὴ μὲν ὑφε- στῶσα καὶ καθ’ ἑαυτὴν, εἰκονίζουσα δὲ τὰς ἀμόρφους ὕλας καὶ αἰτία γιγνομένη τῆς τούτων δείξεως.

Σωκράτης καὶ Πλάτων’ χωριστὰς τῆς ὕλης οὐσίας τὰς ἰδέας ὑπολαμβάνουσιν, ἐν τοῖς νοήμασι καὶ ἐν ταῖς φαντασίαις τοῦ θεοῦ, τουτέστι τοῦ νοῦ, ὑφεστώσας.

Ἀριστοτέλης εἴδη μὲν ἀπέλιπε καὶ ἰδέας, οὐ μὴν κεχωρισμένας τῆς ὕλης , ἔξω γεγονὼς τοῦ ὑπὸ τοῦ θεοῦ.

Οἶ’ ἀπὸ Ζήνωνος Στωϊκοὶ ἐννοήματα τὰς ἰδέας.”