Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

"'Απὸ ποίου πρώτου ἤρξατο ὁ θεὸς κοσμοποιεῖν.

Οἶ’ φυσικοὶ ἀπὸ γῆς ἄρξασθαί φασι τὴν γένεσιν τοῦ κόσμου, καθάπερ ἀπὸ κέντρου ’ ἀρχὴ δὲ σφαίρας τὸ κέντρον.

Πυθαγόρας ἀπὸ πυρὸς καὶ τοῦ πέμπτου στοιχειου.

Ἐμπεδοκλῆς τὸν μὲν αἰθέρα πρῶτον διακρι- θῆναι, δεύτερον δὲ τὸ πῦρ, ἐφ’ ᾦ τὴν γῆν , ἐξ ἧς ἄγαν περισφιγγομένης τῇ ῥύμῃ τῆς σφαίρας ἀναβλὺσαι τὸ ὕδωρ , ἐξ οὗ θυμιαθῆναι τὸν ἀέρα· καὶ γενέ- σθαι τὸν μὲν οὐρανὸν ἐκ τοῦ αἰθέρος , τὸν δὲ ἥλιον ἐκ τοῦ πυρός ’ πιληθῆναι δὲ ἐκ τῶν ἄλλων τὰ περίγεια.

Πλάτων’ ὁρατὸν τὸν κόσμον γεγονέναι πρὸς παράδειγμα τοῦ νοητοῦ κόσμου ’ τοῦ δὲ ὁρατοῦ προτέραν μὲν τὴν ψυχὴν , μετὰ δὲ ταύτην τὸ σωματοειθὲς, τὸ ἐκ πυρὸς μὲν καὶ γῆς πρῶτον, ὕδατος δὲ καὶ ἀέρος δεύτερον.

Πυθαγόρας πέντε σχημάτων ὄντων στερεῶν, ἅπερ καλεῖται καὶ μαθηματικὰ, ἐκ μὲν τοῦ κύβου φησὶ γεγονέναι τὴν γῆν· ἐκ δὲ τῆς πυραμίδος τὸ πῦρ ’ ἐκ δὲ τοῦ ὀκταέδρου τὸν ἀέρα ’ ἐκ δὲ τοῦ εἰκοσαέθρου τὸ ὕδωρ ’ ἐκ δὲ τοῦ δωδεκαέδρου τὴν τοῦ παντὸς σφαῖραν.

Πλάτων’ δὲ καὶ ἐν τούτοις πυθαγορίζει.”