Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟Εἰ ἔμψυχος ὁ κόσμος καὶ προνοίᾳ διοικούμενος.

[Οἱ μὲν ἄλλοι πάντες ἔμψυχον καὶ διοικούμενον.]

Δημόκριτος δὲ] καὶ Ἐπίκουρος, καὶ ἄτομα εἰσηγοῦνται καὶ τὸ κενὸν, οὔτ’ ἔμψυχον οὔτε προνοίᾳ διοικεῖσθαι , φύσει δέ τινι ἀλόγῳ.

[*](24 Εἰ ἔμψυχος —] Plutarch. p. 886 d.)
v.2.p.401

Ἀριστοτέλης οὔτ’ ἔμψυχον ὅλον δι’ ὅλων, οὔτε μὴν αἰσθητικὸν,] οὔτε λογικὸν, οὔτε νοερὸν, οὔτε προνοίᾳ διοικούμενον. τὰ μὲν γὰρ οὐράνια τούτων πάντων κοινωνεῖν—σφαίρας γὰρ περιέχειν ἐμψύχους καὶ ζωτικάς—τὰ δὲ περίγεια μηδενὸς αὐτῶν· τῆς δ’ εὐταξίας κατὰ συμβεβηκὸς, οὐ προηγουμένως μετέχειν.

‟Εἰ ἄφθαρτος ὁ κόσμος.

Πυθαγόρας τε καὶ Πλάτων καὶ οἶ Στωϊκοὶ γεννητὸνὑπὸ θεοῦ τὸν κόσμον· καὶ φθαρτὸν μὲν, ὅσον ἐπὶ τῇ φύσει — αἰσθητὸν γὰρ εἶναι, διότι σωματικόν — οὐ μὴν φθαρησόμενόν γε, προνοίᾳ καὶ συνοχῇ θεοῦ.

Ἐπίκουρος φθαρτὸν , ὅτι γεννητὸν, ὡς ζῷον, ὡς φυτὸν.