Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟Πῶς συνέστη ὁ κόσμος.

ὁ τοίνυν κόσμος περικεκλασμένῳ σχήματι ἐσχημάτισται ’τον τρόπον τοῦτον. τῶν ἀτόμων σωματων ἀπρονόητον καὶ τυχαίαν ἐχόντων τὴν κίνησιν συνεχῶς τε καὶ τάχιστα κινουμένων, εἰς ταὐτὸ πολλὰ σώματα συνηθροίσθη, καὶ διὰ τοῦτο ποικιλίαν ἔχοντα σχημάτων καὶ μεγεθῶν.

ἀθροιζομένων δὲ ἐν ταυτῷ τούτων, τὰ μὲν ὅσα μείζονα ἦν καὶ βαρύτατα πάντων ὑπεκάθιζεν, ὅσα δὲ μικρὰ καὶ περιφερῆ καὶ λεῖα καὶ εὐολίσθητα, ταῦτα ἐξεθλίβετο κατὰ τὴν σύνοδον τῶν σωμάτων, εἴς τε τὸ μετέωρον ἀνεφέρετο.

ὡς οὖν ἐξέλιπε μὲν ἡ πληκτικὴ δύναμις μετεωρίζουσα, οὐκέτι δὲ ἦγεν ἡ πληγὴ πρὸς τὸ νετεωρον, ἐκωλύετο δὲ ταῦτα φέρεσθαι κάτω , ἐπιέζετο πρὸς τοὺς τόπους τοὺς δυναμένους δέξασθαι. οὗτοι δὲ ἦσαν οἱ πέριξ.

καὶ πρὸς τούτους τὸ πλῆθος τῶν σωμάτων περιεκλᾶτο· περιπλεκόμενα δὲ ἀλλήλοις κατὰ τὴν περίκλασιν τὸν οὐρανὸν ἐγέννησε. τῆς δ’ αὐτῆς ἐχόμεναι φύσεως αἶ ἄτομοι, ποικίλαι οὖσαι, καθὼς εἴρηται, πρὸς τὸ μετέωρον ἐξωθούμεναι, τὴν

v.2.p.398
τῶν ἄστρων φύσιν ἀπετέλουν.

τὸ δὲ πλῆθος τῶν ἀναθυμιωμένων σωμάτων ἐπέπληττε τὸν ἀέρα καὶ τοῦτον ἐξέθλιβε. πνευματούμενος δὲ οὗτος κατὰ τὴν κίνησιν καὶ περιλαμβάνων τὰ ἄστρα συμπεριῆγεν αὐτὰ, καὶ τὴν νῦν περιφορὰν αὐτῶν μετέωρον ἐφύλαττε. κἄπειτα ἐκ μὲν τῶν ὑποκαθιζόντων ἐγενήθη ἡ γῆ, ἐκ δὲ τῶν μετεωριζομένων ὁ οὐρανὸς, πῦρ, ἀήρ.

πολλῆς δὲ ὕλης ἔτι περιειλημμένης ἐν τῇ γῇ, πυκνουμένης δὲ ταύτης κατὰ τὰς ἀπὸ τῶν πνευμάτων πληγὰς καὶ τὰς ἀπὸ τῶν ἀστέρων αὔρας , προσεθλίβετο πᾶς ὁ μικρομερὴς σχηματισμὸς ταύτης καὶ τὴν ὑγρὰν φύσιν ἐγέννα.

ῥευστικῶς δ’ αὕτη δια- κειμένη κατεφέρετο πρὸς τοὺς κοίλους τόπους καὶ δυναμένους χωρῆσαί τε καὶ στέξαι· ἢ καθ’ ἑαυτὸ τὸ ὕδωρ ὑποστὰν ἐκοίλαινε τοὺς ὑποκειμένους τόπους.”

Τοιαύτη καὶ ἡ θαυμάσιος αὐτῶν κοσμογονία. συνῆπται δὲ τούτοις ἄλλη τις πλείστη λογομαχία, παν- τοίων πέρι προτάσεων ἀπορησάντων εἰ χρὴ τὸ πᾶν ἕν ἢ πολλὰ ἡγεῖσθαι ’ καὶ εἰ ἕνα τὸν κόσμον ἣ πλείους καὶ εἴτε ἔμψυχος οὗτος καὶ προνοίᾳ τυγχάνει θεοῦ διοικούμενος, εἴτε καὶ τἀναντία ’ καὶ εἰ ἄφθαρ- τος ἢ φθαρτός ’ καὶ πόθεν τρέφεται ’ καὶ ἀπὸ ποίου ἤρξατο ὁ θεὸς κοσμοποιεῖν· περί τε τῆς τάξεως τοῦ κόσμου· καὶ τίς ἡ αἰτία τοῦ αὐτὸν ἐγκλιθῆναι· περί τε τοῦ ἐκτὸς τῆς τοῦ κόσμου περιφερείας· καὶ τίνα τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ τοῦ κόσμου μέρη ’ περί τε οὐρανοῦ ’ καὶ πρὸς ἅπασι τούτοις περί τε δαιμόνων καὶ ἡρώων ’ περί τε ὕλης καὶ περὶ ἰδεῶν ’ περὶ τῆς τοῦ παντὸς τάξεως· ἔτι μὴν περὶ τῆς τῶν ἄστρων φορᾶς τε καὶ κινήσεως· καὶ πρὸς τούτοις ὁπόθεν φωτίζονται οἱ ἀστέρες· καὶ περὶ τῶν καλουμένων

v.2.p.399
Διοσκούρων· περί τε ἐκλείψεως ἡλίου καὶ σελήνης· καὶ περὶ ἐμφάσεως αὐτῆς· καὶ διὰ τί γεώδης φαίνεται· καὶ περὶ τῶν ἀποστημάτων αὐτῆς· καὶ ἔτι περὶ ἐνιαυτῶν.

ταῦτα δὲ πάντα διὰ μυρίων τοῖς περὶ ὧν ὁ λόγος κατεσκευασμένα ἐπειδὴ τεμὼν ὁ Πλούταρχος ἐν ὀλίγοις συνεῖλεν, ἐπὶ ταὐτὸν ὁμοῦ συναγαγὼν ἀποφάσεις καὶ τὰς διαφωνίας αὐτῶν, ἡγοῦμαι καὶ ἡμῖν οὐκ ἄχρηστα γενήσεσθαι αὐτὰ παρατεθέντα εἰς τὴν εὔλογον αὐτῶν παραίτησιν. ὅτε γὰρ αὐτοὶ πρὸς σφάς αὐτοὺς ἐναντίοι κατὰ διάμετρον ἔστησαν, μάχας τε καὶ πολέμους, πλέον δ’ οὐδὲν καθ’ ἑαυτῶν ἐξῆψαν, τὰ τῶν πέλας ἕκαστοι φιλοτιμίᾳ λόγων ἀπελέγξαντες , πῶς οὐκ ἂν εἰκότως ἡμῖν ἀσφαλῆ τὴν περὶ τούτων ἐποχὴν γεγονέναι πᾶς ὁστισοῦν ὁμολογήσειε;

προσθήσω δὲ ἑξῆς τοῖς εἰρημένοις ὅσα καὶ περὶ τῶν προσγειοτέρων ἐπηπόρησαν· περὶ γῆς σχήματος, καὶ περὶ θέσεως καὶ ἐγκλίσεως αὐτῆς· καὶ ἔτι περὶ θαλάσσης· ὡς ἂν εἰδείης ὅτι μὴ περὶ μόνων τῶν μετεώρων καὶ μεταρσίων οἶ γενναῖοι διέστησαν, ἀλλ’ ὅτι καὶ ἐν τοῖς περιγείοις διαπεφωνήκασιν. ἴνα δὲ τῶν σοφῶν ἔτι μᾶλλον τὴν σοφίαν ἀποθαυμάσῃς, προσθήσω καὶ ὅσα περὶ ψυχῆς καὶ τοῦ ἐν αὐτῇ ἡγεμονικοῦ διεμαχήσαντο, οὐδὲ σφᾶς αὐτοὺς ἐπιγνῶναι οἵας εἶεν φύσεως δεδυνημένοι. ἀλλὰ γὰρ ἀνίωμεν ἐπὶ τὰ πρῶτα τῶν εἰρημένων.