Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Περὶ φωτισμοῦ σελήνης.

Ἀναξίμανδρος ἴδιον αὐτὴν ἔχειν φῶς, ἀραιότερον δέ πως.

Ἀντιφῶν ἰδίῳ φέγγει λάμπειν τὴν σελήνην· τὸ δ’ ὑποκρυπτόμενον περὶ αὐτὴν ὑπὸ τῆς προσβολῆς τοῦ ἡλίου ἀμαυροῦσθαι , πεφυκότος τοῦ ἰσχυροτέρου πυρὸς τὸ ἀσθενέστερον ἀμαυροῦν, ὃ δὴ συμβαίνειν καὶ περὶ τὰ ἄλλα ἄστρα.

Θαλῆς καὶ οἶ ἀπ’ αὐτοῦ ὑπὸ τοῦ ἡλίου φωτίζεσθαι τὴν σελήνην.

Ἡράκλειτος τὸ αὐτὸ πεπονθέναι τὸν ἥλιον καὶ τὴν σελήνην· σκαφοειδεῖς γὰρ ὄντας τοῖς σχήμασι τοὺς ἀστέρας, δεχομένους τε τὰ ἀπὸ τῆς ὑγρὰς ἀναθυμιάσεως, θυμιάσεως, φωτίζεσθαι πρὸς τὴν φαντασίαν· μὲν τὸν ἥλιον , ἐν καθαρωτέρῳ γὰρ ἀέρι φέρεσθαι, τὴν δὲ σελήνην ἐν θολερῷ, διὰ τοῦτο καὶ ἀμαυροτέραν φαίνεσθαι.”

v.2.p.396