Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἀνάυ- κη τοίνυν εἰ τὸ πρῶτον πόνου ᾓσθετο, ἄλλην τὴν αἴσθησιν τοῦ δευτέρου εἶναι, καὶ εἰ κατὰ διάδοσιν ἡ αἴσθησις, καὶ τοῦ τρίτου γε ἄλλην, καὶ πολλὰς αἰσθήσεις καὶ ἀπείρους τὴν περὶ ἑνὸς ἀλγήματος γίγνεσθαι, καὶ τούτων ἁπαςῶν ὕστερον τὸ ἡγεμονοῦν αἰσθέσθαι, καὶ γῆς ἑαυτοῦ παρὰ ταύτας.

Τὸ δὲ ἀληθὶς, ἑκάστην ἐκείνων μὴ τοῦ ἐν τῷ δακτύσῳ ἀλγήματος· [ἀλλὰ τὴν μὲν ἐφεξῆς τῷ δακτύλῳ ὅτι ὁ ταρςὸς ἀλγεῖ, τὴν δὲ τρίτην, ὅτι ἄλλο τὸ πρὸς τὸ ἄνωθεν, καὶ πολλὰς εἶναι ἀλγηδόνας· τό τε ἡγεμο- νοῦν μὴ τοῦ πρὸς τῷ δακτύλῳ ἀλγήματος] αἰσθάνε- σθαι, ἀλλὰ τοῦ πρὸς αὑτῷ, καὶ τοῦτο γινώσκειν μόνον, τὰ δ’ ἄλλα χαίρειν ἐᾶν, μὴ ἐπιστάμενον ὅτι ἀλγεῖ ὁ δάκτυλος.

εἰ τοίνυν κατὰ διάδοσιν τὴν αἴσθησιν ὄγκου ὄντος, ἄλλου παθόντος, ἄλλου γνῶσιυ εἶναι. Παντὸς γὸρ μεγέθους, εἰ τὸ μὲν ἄλλο, τὸ δὲ ἄλλο ἐστὶ, δεῖ τοιοῦτον τίθεσθαι τὸ αἰσθανόμενον, ἄλλο ἐστὶ, δεῖ τοιοῦτον τὶθεσθαι τὸ αἰσθαόμενον, οἶον πανταχοῦ αὐτὸ ἑαυτῷ τὸ αἀτὸ εἶναι. Τοῦτο δὲ ἄλλῳ τινὶ τῶν ὄωτων ἢ σώματι ποιεῖν προςήκει.”

“Ὅτι δὲ οὐδὲ νοεῖν οἶόν τε εἰ σῶμα ἡ εψχὴ ὁτιοῦν εἴη δεικτέον ἐκ τῶνδε. Εἰ γὰρ τὸ αἰσθάνεσθαί ἐστι τὸ σώματι προσχρωμένην τὴν ψυχὴν ἀντισθαί ἐστι τὸ σώματι προσχρωμένην τὴν ψυχὴν ἀντιλαμβάνεσθαι τῶν αἰσθητῶν, οὐκ ἄν εἴη καὶ τὸ νοεῖν τὸ διὰ σώματος καταλαμβάνειν, ἢ ταυτὸν ἔσται τῷ αἰσθάνεσθαι.

Εἰ οὖν τὸ νοεῖν ἐστι τὸ ἄνευ σώματος ἀντιλαμβάνεσθαι, πολὺ πρότερον δεῖ μὴ σῶμα αὖ τὸ νοῆσον εἶναι, ἐπεὶ αἰσθητῶν μὲν ἡ αἴσθησις, νοητῶν δὲ ἡ νόησις. Εἰ δὲ μὴ βούλονται, ἀλλ’ οὖν

v.2.p.387
ἔσονταί γε καὶ νοητῶν τινῶν νοήσεις καὶ ἀμεγέθων ἀντιλήψεις.

πῶς οὖν μέγεθος ὂν τὸ μὴ μέγεθος νοήσει καὶ τῶ μεριστῷ τὸ μὴ μεριστὸν νοήσει; ἢ μέρει τινὶ ἀμερεῖ αὐτοῦ; εἰ δὲ τοῦτο, οὐ σῶμα ἔσται τὸ νοῆσον. οὐ γὰρ δὴ τοῦ ὅλου χρεία πρὸς τὸ θιγεῖν· ἀρκεῖ γὰρ καὶ ἴν τι.

εἰ μὲν οὖν συγχωρήσονται τὰς πρώτας νοήσεις, ὅπερ ἀληθές ἐστι, εἶναι τῶν πάντη σώματος καθαρωτάτων, αὐτὸ ἑκάστου, ἀνάγκη καὶ τὸ νοοῦν σώματος καθαρὸν ὂν, ἢ γιγνόμενον, γινώσκειν. εἰ δὲ τῶν ἐν ὕλῃ εἰδῶν τὰς νοήσεις φήσουσιν εἷναι, ἀλλὰ χωριζομένων γε τῶν σωμάτων γίγνονται, τοῦ νοῦ χωρίζοντος.

οὐ γὰρ δὴ μετὰ σαρκῶν, ἢ ὅλως ὕλης ὁ χωρισμὸς, κύκλου καὶ τριγώνου ·καὶ γραμμῆς καὶ σημείου. δεῖ ἄρα καὶ τὴν ψυχὴν σώματος αὐτὴν ἐν τῷ τοιούτῳ χωρίσαι. δεῖ ἄρα μηδὲ αὐτὴν σῶμα εἶναι. ἀμέγεθες δὲ οἶμαι καὶ τὸ καλὸν καὶ τὸ δίκαιον, καὶ ἡ τούτων ἄρα νόησις. ὥστε καὶ προσιόντα τῷ ἀμερεῖ αὐτῆς ὑποδέξεται καὶ ἐν αὐτῇ ἀμερῆ κείσεται.”

“Πῶς δ’ ἂν καὶ σώματος ὄντος τῆς ψυχῆς, ἀρεταὶ αὐτῆς σωφροσύνη καὶ δικαιοσύνη, ἀνδρεία τε καὶ ἄλλαι; πνεῦμά τι γὰρ, ἢ αἷμά τι, τὸ σωφρο- νεῖν εἴη ἢ δικαιότης, ἢ ἀνδρεία, εἰ μὴ ἄρα ἡ ἀνδρεία τὸ δυσπαθὲς τοῦ πνεύματος εἴη, καὶ ἡ σωφροσύνη, ἡ εὐκρασία, τὸ δὲ κάλλος εὐμορφία τις ἐν τύποις, καθ’ ἣν λέγομεν ἰδόντες ὡραίους καὶ καλοὺς τὰ σώματα.

ἰσχυρῷ μὲν οὖν καὶ καλῷ ἐν τύποις πνεύ- ματι εἷναι προσήκοι ἂν, σωφρονεῖν δὲ τί δεῖ πνεύ- ματι; ἀλλ’ οὖν τοὐναντίον, ἐν περιπτύξεσι καὶ ἁφαῖς εὖ παθεῖν, ὅπου ἢ θερμανθήσεται, ἢ συμμέτρως ψύχεος ἶμερεῖ, ἢ μαλακοῖς τισι καὶ ἁπλοῖς καὶ λείοις πελάσει; τὸ δὲ κατ’ ἀξίαν νεῖμαι τί ἂν αὐτῷ μέλοι;

v.2.p.388

πότερον δὲ ἀιδίων ὄντων τῶν τῆς ἀρετῆς θεωρη- μάτων καὶ τῶν ἄλλων τῶν νοητῶν ἡ ψυχὴ ἐφάπτεται, ἢ γίνεταί τῳ ἡ ἀρετὴ καὶ ὠφελεῖ καὶ πάλιν φθείρεται; ἀλλὰ τίς ὁ ποιῶν καὶ πόθεν; οὕτω γὰρ ἂν ἐκεῖνο πάλιν μένοι. δεῖ ἄρα ἀιδίων εἶναι καὶ μενόντων, οἷα καὶ τὰ ἐν γεωμετρίᾳ. εἰ δὲ ἀϊδίων καὶ μενόντων, οὐ σωμάτων. καὶ δεῖ ἄρα καὶ ἐν ᾧ ἔσται , τοιοῦτον εἶναι· ἄρα μὴ σῶμα εἶναι. οὐ γὰρ μένει, ἀλλὰ ῥεῖ ἡ σώματος φύσις πᾶσα. ”

“ Εἰ δὲ τὰς τῶν σωμάτων ποιήσεις ὁρῶντες θερμαινούσας καὶ ψυχούσας καὶ ὠθούσας καὶ βαρυνούσας ἐνταῦθα τάττουσι τὴν ψυχὴν , οἶον ἐν δραστηρίῳ τόπῳ ἱδρύοντες αὐτὴν , πρῶτον μὲν ἀγνο- οῦσιν ὡς καὶ ταῦτα τὰ σώματα δυνάμεσι ταῖς ἐν αὐτοῖς ἀσωμάτοις ταῦτα ἐργάζεται· ἔπειτα ὅτι οὐ ταύτας τὰς δυνάμεις περὶ ψυχὴν εἶναι ἀξιοῦμεν, ἀλλὰ τὸ νοεῖν, τὸ αἰσθάνεσθαι, λογίζεσθαι, ἐπιθυμεῖν, ἐπιμελεῖσθαι ἐμφρόνως καὶ καλῶς ἅπαντα , ἄλλην οὐσίαν ζητεῖ.

τὰς οὖν δυνάμεις τῶν ἀσωμάτων μεταβιβάσαντες εἰς τὰ σώματα οὐδεμίαν ἐκείνοις καταλείπουσιν. ὅτι δὲ καὶ τὰ σώματα ἀσωμάτοις δυνάμεσι δύναται ἃ δύναται ἐκ τῶνδε δῆλον. ὁμο- λογήσουσι γὰρ ἕτερον ποιότητα καὶ ποσότητα εἶναι, καὶ πὰν σῶμα ποσὸν εἶναι, καὶ ἔτι οὐ πᾶν σῶμα πο- σὸν εἶναι , ὥσπερ τὴν ὕλην. ταῦτα δὲ ὁμολογοῦντες τὴν ποιότητα ὁμολογήσουσιν ἕτερον οὖσαν ποσοῦ, ἕτερον σώματος εἷναι.

πῶς γὰρ μὴ ποσὸν οὖσα σῶμα ἔσται, εἴπερ πᾶν σῶμα ποσόν; καὶ μὴν, ὅπερ καὶ ἄνω που ἐλέγετο, εἰ πὰν σῶμα μεριζόμενον καὶ πᾶς ἀφαιρεῖται ὅπερ ἦν , κερματιζομένου δὲ τοῦ σώματος ἐφ’ ἑκάστῳ μέρει ἡ αὐτὴ ὅλη ποιότης μένει, οἷον ἡ γλυκύτης ἡ τοῦ μέλιτος οὐδὲν ἔλαττον

v.2.p.389
γλυκύτης ἐστὶν ἐφ’ ἑκάστῳ, οὐκ ἂν εἴη σῶμα γλυκύτης. ὁμοίως καὶ αἱ ἄλλαι.

ἔπειτα εἰ σώματα ἦσαν αἶ δυνάμεις, ἀναγκαῖον ἦν τὰς μὲν ἰσχυρὰς τῶν δυνάμεων μεγάλους ὄγκους, τὰς δὲ ὀλίγον δρᾶν δυναμένας ὄγκους μικροὺς εἶναι. εἰ δὲ μεγάλων μὲν τῶν ὄγκων μικραὶ, ὀλίγοι δὲ μικρότατοι τόν ὄγκων μεγίστας ἔχουσι τὰς δυνάμεις, ἄλλῳ τινὶ ἢ μεγέθει τὸ ποιεῖν ἀναθετέον· ἀμεγέθει ἄρα.

τὸ δὲ ὕλην μὲν τὴν αὐτὴν εἶναι σῶμα, ὥς φασιν, οὖσαν, διάφορα δὲ ποιεῖν ποιότητας προσλαβοῦσαν, πῶς οὐ δῆλον ποιεῖ τὰ προσγενόμενα λόγους αὐτοὺς καὶ ἀσωμάτους εἶναι; μηδ’ ὅτι πνεύματος ἢ αἵματος ἀπο- στάντων ἀποθνήσκει τὰ ζῷα λεγόντων. οὐ γὰρ ἔστιν ἄνευ τούτων εἶναι, οὐδ’ ἄνευ πολλῶν ἄλλων, ὧν οὐδὲ ἂν ἡ ψυχὴ εἴη. καὶ μὴν οὔτε πνεῦμα διὰ πάντων οὔτε αἷμα, ψυχὴ δέ.”

“Ἔτι εἰ σῶμα οὖσα ἡ ψυχὴ διῆλθε διὰ παν- τὸς, κἂν κραθεῖσα εἴη, ὃν τρόπον τοῖς ἄλλοις σώμασιν ἡ κρᾶσις. εἰ δὲ ἡ τῶν σωμάτων κρᾶσις οὐδὲν ἐνεργείᾳ ἐᾷ εἶναι τῶν κραθέντων, οὐδ’ ἂν ἡ ψυχὴ ἔτι ἐνεργείᾳ ἐνείη τοῖς σώμασιν, ἀλλὰ δυνάμει μόνον, ἀπολέσασα τὸ εἶναι ψυχὴ, ὥσπερ εἰ γλυκὺ καὶ πικρὸν κραθείη, τὸ γλυκὺ οὐκ ἔστιν. οὐκ ἄρα ἔχομεν ψυχήν.

τὸ δὲ δὴ σῶμα ὂν σώματι κεκράσθαι ὅλον δι’ ὡς ὅπου ἂν ᾐ καὶ θάτερον, εἶναι ἴσον ὄγκον ἀμφοτέρων, καὶ τὸ πάν κατεχόντων, καὶ μηδεμίαν αὔξην γεγονέναι ἐπεμβληθέντος τοῦ ἑτέρου, οὐδὲν ἀπολείψει ὅ μὴ τέμῃ. οὐ γὰρ κατὰ μεγάλα μέρη παραλλὰξ ἡ κρᾶσις· (οὕτω γάρ φασι παράθεσιν ἔσεσθαι·) διεληλυθὸς δὲ διὰ παντὸς τὸ ἐπεμβληθὲν ἐπὶ σμικρότερον· ὅπερ ἀδύνατον, τὸ ἔλαττον ἴσον γενέσθαι τῷ μείζονι·) ἀλλ’ οὖν διεληλυθὸς πᾶν τέμνει

v.2.p.390
κατὰ πᾶν.

ἀνάγκη τοίνυν εἰ καθ᾿ ὁτιοῦν σημεῖον, καὶ μὴ μεταξὺ σῶμα ἔσται· ὃ μὴ τέτμηται , εἰς σημεῖα τὴν διαίρεσιν τοῦ σώματος γεγονέναι, ὅπερ ἀδύνατον. εἰς δὲ ἄπειρον τῆς τομῆς οὔσης (ὃ γὰρ ἂν λάβῃς σῶμα διαίρετόν ἐστι) οὐ δυνάμει μόνον , ἐνεργείᾳ δὲ τὰ ἄπειρα ἔσται. οὐ τοίνυν ὅλον δι᾿ ὅλου χωρεῖν δυνατὸν τὸ σῶμα, ἡ δὲ ψυχὴ δι᾿ ὅλων· ἀσώματος ἄρα.”

“Τὸ δὲ καὶ φύσιν μὲν προτέραν τὸ αὐτὸ πνεῦμα λέγειν , ἐν δὲ ψυχρῷ γενομένην καὶ στομωθεῖσαν ψυχὴν γίνεσθαι , λεπτοτέραν ἐν ψυχρῷ γενομένην· ὃ δὴ καὶ αὐτὸ ἄτοπον· πολλὰ γὰρ ζῷα ἐν θερμῷ γίγνεται, καὶ ψυχὴν ἔχει οὐ ψυχθεῖσαν. ἀλλ᾿ οὖν φασί γε προτέραν φύσιν ψυχῆς εἶναι κατὰ συντυχίας τὰς ἔξω γιγνομένην.